Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
100.Γεωργὸς καὶ Πελαργός.(C. 172 et . p. 358. F. 76. B. 13.)
Ἐν ἀρούραι παγίδας γεωργὸς ἔστηκε. Θηρεύσας δὲ γεράνους, τοὺς τὸν σπόρον φθείροντας, σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει. Ὁ δὲ χωλεύων ἱκέτευεν ἀφεθῆναι λέγων· «οὐ γάρ εἰμι γέρανος· πελαργός εἰμι, εὐ[51]σεβέστατον ζῶιον, ὃς τιμῶ τὸν πατέρα καὶ δουλεύω· ἴδε καὶ τὴν χροιὰν, ὡς οὐχ ὁμοία.» Ὁ δὲ ἔφη· «οὐκ οἶδα τἰ λέγεις· ἐγὼ σὺν οἷς εἴληφά σε, μετ᾿ αὐτῶν καὶ ἀπολέσω.»Ὅτι καλόν ἐστι φεύγειν, καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σὺν αὐτοῖς ἐμπέσηις. |