Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
[50] |
99.Γεωργὸς καὶ Παῖς καὶ Κολοιοί.(F. 374. C. p. 271. B. 33.)
Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δ᾿ ὥρη·καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψαςἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθειμέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων,ψᾶρές τ᾿ ὀρύκται σπερμάτων ἀρουραίων.τῶι δ᾿ ἠκολούθει σφενδόνην ἔχων κοίληνπαιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείηςἤκουον, εἰ τὴν σφενδόνην πότ᾿ ἠιτήκει,καὶ ρὶν λαβεῖν ἔφευγον. εὗρε δὴ τέχνηνὁ γεωργὸς ἄλλην, τόν τε παῖδα φωνήσαςἐδίδασκεν· «ὦ παῖ, χρὴ γὰρ ὀρνέων ἡμᾶςσοφὸν δολῶσαι φῦλον· ἡνίκ᾿ ἂν τοίνυνἔλθωσ᾿, ἐγὼ μὲν» εἶπεν «ἄρτον αἰτήσω,σὺ δ᾿ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις.»οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην.ὁ δ᾿ ἄρτον ἤιτει, καθάπερ εἶχε συνθήκην·οἱ δ᾿ οὐκ ἔφευγον. τῶι δ᾿ ὁ παῖς λίθων πλήρητὴν σεφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψαςτοῦ μὲν τὸ βρέγμα, τοῦ δ᾿ ἔτυψε τὴν κνήμην,ἑτέρου τὸν ὦμον· οἱ δ᾿ ἔφευγον ἐκ χώρης.γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων.καί τις κολοιῶν εἶπε· «φεύγετ᾿ ἀνθρώπωνγένος πονηρὸν, ἄλλα μὲν πρὸς ἀλλήλουςλαλεῖν μαθόντων, ἄλλα δ᾿ ἔργα ποιούντων.»[Δεινὸν τὸ φῦλον τῶν δόλωι τι πραττόντων.] |