BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

103.

Γεωργοῦ Παῖδες.

(S. 53. C. 171 et p. 358. F. 52. B. 47.)

 

Γεωργοῦ παῖδες ἐστασίαζον· ὁ δ᾿, ὡς πολλὰ παραινῶν οὐκ ἠδύνατο πεῖσαι αὐτοὺς λόγοις μεταβάλλεσθαι, ἔγνω δεῖν πρᾶγμα τοῦτο πρᾶξαι. Καὶ παρήινεσεν αὐτοῖς ῥάβδων δέσμην κομίσαι. Τῶν δὲ τὸ προσταχθὲν ποιησάντων, τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάβδους ἐκέλευσε κατεάσσειν· ἐπειδὴ δὲ καὶ περιβιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην ἀνὰ μίαν αὐτοῖς ῥάβδον ἐδίδου· τῶν δὲ ῥαιδίως κατακλώντων, ἔφη· «ἀτὰρ οὖν καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε· ἐὰν δὲ στασιάζητε, εὐάλωτοι.»

Ὁ λόγος δηλοῖ, ὅτι τοσοῦτον ἰσχυρότερόν ἐστιν ἡ ὁμόνοια, ὅσον εὐκαταγώνιστος ἡ στάσις.