BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

95.

Γεωργὸς καὶ Κύνες.

(S. 52. C. 23 et p. 292. F. 43.)

 

Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῆι ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθὼν τροφὴν ἑαυτῶι πορίσασθαι, τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν· ἐπειδὴ δὲ ὁ χειμὼν ἑπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο· ἐκ τρίτου δὲ, ὡς οὐδεμία ἄνεσις ἐγίγνετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρησεν. Οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα, ἔφασαν πρὸς ἀλλήλους· «ἀπιτέον ἡμῖν ἐντεῦθεν· ὁ δεσπότης γὰρ εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται;»

Ὁ λόγος δηλοῖ, ὅτι δεῖ τούτους φυλάττεσθαι μάλιστα, οἳ οὐδὲ τῆς τῶν οἰκείων ἀδικίας ἀπέχονται.