Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
96.Γεωργὸς καὶ Ὄφις.(S. 51. F. 42. C. p. 339.)
Γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. Ὁ δὲ ἐπὶ τούτωι δεινοπαθήσας πέλεκυν ἀνέλαβε, καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει, παρατηρούμενος, ὅπως, ἂν ἐκίηι, εὐθέως αὐτὸν πατάξηι. Παρακύψαντος δὲ τοῦ ὄφεως κατενεγκὼν τὸν πέλεκυν τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακειμένην πέτραν διέκοψεν. Εὺλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτὸν, ὅπως αὐτῶι διαλλαγῆι· ὁ δὲ εἶπεν· «ἀλλ᾿ οὔτε ἐγὼ δύναμαί σοι εὐνοῆσαι, ὁρῶν τὴν κεχαραγμένην πέτραν, οὔτε σὺ ἐμοὶ, ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον.» | |
[48] | Ὁ λόγος δηλοῖ, ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥαδίως τὰς μεταλλαγὰς ἔχουσι. |