BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

94b.

Ἄλλως. Ναυαγὸς καὶ Θάλασσα.

(S. 166. C. 247. F. 309.)

 

Ναυαγὸς ἐκβρασθεὶς εἴς τινα αἰγιαλὸν διὰ τὸν κόπον ἐκοιμᾶτο· μετὰ δὲ μικρὸν ἐξαναστὰς, ὡς ἐθεάσατο πρὸς τὴν θάλασσαν, ἐμέμφετο αὐτὴν, ὅτι δελεάζουσα τοὺς ἀνθρώπους τῆι τῆς ὄψεως λαμπρότητι, ἡνίκα ἂν [47] αὐτοὺς προσδέξηται, ἐξαγριουμένη διαφθείρει. Ἡ δὲ γυναικὶ ὁμοιωθεῖσα πρὸς αὐτὸν ἔφη· «ἀλλ᾿ ὦ οὗτος, μὴ μέμφου ἐμὲ, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ γὰρ φύσει τοιαύτη εἰμὶ, ὁποία ἡ γῆ· οἱ δὲ αἰφνίδιοι ἐμπίπτοντες κυματοῦσι καὶ ἐξαγριαίνουσιν.»

Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι, τοὺς δὲ τούτοις ἐπιστατοῦντας.