Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
92.Γεωργὸς καὶ Ἀετός.(C. 307. F. 418.)
Γεωργὸς ἀετὸν εὑρὼν ἀγρευόμενον, τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν αὐτὸν ἐλεύθερον. Ὁ δὲ οὐκ ἄμοιρος αὐτῶι χάριτος κατεφάνη, ἀλλ᾿ ὑπὸ τεῖχος σαθρὸν καθήμενον ἰδὼν, προσπετάσας τοῖς ποσὶν ἦρε τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φάκελον. Ὁ δὲ ἐξαναστὰς ἐδίωκε· τοῦτον δὲ ὁ ἀετὸς ἔῤῥιψε. Καὶ ἀναλαβόμενος αὐτὸν καὶ ὑποστρέψας, εὗρε τὸ τεῖχος συμπεπτωκὸς, ἔνθα ἐκάθητο, καὶ τὴν ἀμοιβὴν ἐθαυμάσατο.Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ἀντευεργετεῖν χρή. |