Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
91.Γεωργὸς δίκελλαν ἀπολέσας.(B. 2.)
Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύωνκαὶ τὴν δίκελλαν ἀπολέσας ἀνεζήτει,μὴ τῶν παρόντων τήνδ᾿ ἔκλεψεν ἄγροικος.ἠρνεῖθ᾿ ἕκαστος· οὐκ ἔχων δ᾿ ὃ ποιήσει,εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων·τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθειςἀγροὺς κατοικεῖν, τοὺς δ᾿ ἑσωτέρω τείχουςεἶναί τ᾿ ἀληθεῖς καὶ τὰ πάντ᾿ ἐποπτεύειν.ὡς δ᾿ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνηςτοὺς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας,κῆρυξ ἐφώνει χιλίας ἀριθμήσεινμήνυτρα σύλων, ὧν ὁ θεὸς ἐσυλήθη.ὁ δὲ τοῦτ᾿ ἀκούσας εἶπεν· «ὡς μάτην ἥκω!κλέπτας γὰρ ἄλλους πῶς θεός γ᾿ ἂν εἰδείη,ὃς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γιγνώσκει,ζητεῖ δὲ μισθοῦ, μή τις οἶδεν ἀνθρώπων;»Ὅτι χρὴ ἀπιστεῖν τοῖς ὑπισχνουμενοις ὧν οὐκ εἰσὶ δεσπόται. |