Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
90b.Ἄλλως.(C. 20.)
Γέρων ποτὲ ξύλα τεμὼν ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐβάδισεν, ἀπειρηκὼς ἐπέθετό τε τὰ ξύλα, καὶ τὸν Θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος, καὶ τὴν αἰτίαν πυνθανομένου, δ᾿ ἣν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· «ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῆις μοι.»Ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωποσ, φιλόζωος ὢν, [45] κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῆι θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται. |