Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
[46] |
93.Γεωργὸς καὶ Γέρανοι.(B. 26.)
Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρην,ἐσπαρμένην νεωστὶ πυρίνωι σίτωι.ὁ δ᾿ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων,ἐδίωκεν αὐτὰς τῶι φόβωι καταπλήσσων.αἱ δ᾿ ὡς ἐπέσχον φενδονῶντα τὰς αὔρας,κατεφρόνησαν λοιπὸν, ὥστε μὴ φεύγειν,ἕως ἐκεῖνος οὐκέθ᾿, ὡς πρὶν εἰώθει,λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους.αἱ δ᾿ ἐκλιποῦσαι τὴν ἄρουραν, ἀλλήλαις«φεύγωμεν» ἐκραύγαζον «εἰς τὰς Πυγμαίων·ἅνθρωπος οὗτος οὐκέτ᾿ ἐκφοβεῖν ἡμᾶςἔοικεν· ἤδη δ᾿ ἄρχεταί τι καὶ πράσσειν.»Παραίνεσιν ὁ λόγος ἔχει, δεῖν ταῖς ἐκ λόγων παραινέσεσι πταίοντες εἴκειν, ἵνα μὴ ταῖς ἐξ ἔργων ὀψέ ποτε περαθεῖεν ὀδύναις. |