Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
84.Βοῦς καὶ Φρῦνος.(F. 378. C. p. 273. B. 28.)
Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων·ἐλθοῦσα δ᾿ αὐτόσ᾿ (οὐ παρῆν γὰρ) ἡ μήτηρ | |
[42] | παρὰ τῶν ἀδελφῶν, ποῦ ποτ᾿ ἦν, ἐπεζήτει.«τέθνηκε, μῆτερ· ἄρτι γὰρ πρὸ τῆς ὥρηςἦλθεν πάχιστον τετράπουν, ὑφ᾿ οὗ κεῖταιχηλῆι μαλαχθείς.» ἡ δὲ φρῦνος ἠρώτα,φυσῶσ᾿ ἑαυτὴν, εἰ τοιοῦτον ἦν ὄγκωιτὸ ζῶον. οἱ δὲ μητρὶ «παῦε, μὴ πρίου·θᾶσσον σεαυτὴν» εἶπον «ἐκ μέσου ῥήξεις,ἢ τὴν ἐκείνου ποιότητα μιμήσηι.»Ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς μείζοσι. |