BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

83.

Βουκόλος.

(S. 49. C. 131 et p. 333. F. 41. B. 23.)

 

Βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον· περιελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῶι Διὶ, ἐὰν τὸν κλέπτην εὕρηι, ἔριφον αὐτῶι θῦσαι. Ἐλθὼν δὲ εἴς τινα δρυμῶνα, καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον, περίφοβος γενόμενος, ἐπάρας εἰς τὸν οὐρανὸν τὰς χεῖρας εἶπε· «δέσποτα Ζεῦ, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἐὰν τὸν κλέπτην εὕρω· νῦν δὲ ταῦρον θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω.»

Οὗτος ὁ λόγος λεχθείη ἂν κατ᾿ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.