Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
85.Βωταλὶς καὶ Νυκτερίς.(S. 48. C. 77. F. 235.)
Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ἦιδε· νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο αὐτῆς τὴν αἰτίαν, δι᾿ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ἄιδει. Τῆς δὲ λεγούσης, ὡς οὐ μάτην τοῦτο πράττει· «ἡμέρας γάρ ποτε ἄιδουσα συνελήφθην, διὸ ἀπ᾿ ἐκείνου ἐσωφρονισθην· «ἡ νυκτηρὶς εἶπεν· ἀλλ᾿ οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι.»Ὁ λόγος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκε. |