Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
74.Βάτραχοι.(C. 19. F. 38. S. 43.)
Βάτραχοι δύο ἐν λίμνηι ἐνέμοντο· θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρωι φησί· «συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ.» Ὁ δὲ ὑπολαβὼν εἶπεν· «ἂν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῆι, πῶς ἀναβησόμεθα;»Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν. |