Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
[37] |
75.Βάτραχοι.(S. 69. C. 84. F. 238.)
Δύο βάτραχοι ἀλλήλοις ἐγειτνίαζον· ἐνέμοντο δὲ ὁ μὲν βαθεῖαν καὶ τῆς ὁδοῦ πόῤῥω λίμνην, ὁ δὲ ἐν ὁδῶι μικρὸν ὕδωρ ἔχων. Καὶ δὴ τοῦ ἐν τῆι λίμνηι παραινοῦντος θατέρωι μεταβῆναι πρὸς αὐτὸν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης ἀπολαύηι, ἐκεῖνος οὐκ ἐπείθετο λέγων, δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας· ἕως οὗ συνέβη ἅμαξαν τῆιδε παριοῦσαν ὀλέσαι αὐτόν.Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι, πρὶν ἢ ἐπὶ τὰ καλλίονα τραπέσθαι. |