Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
73.Ἀφροδίτη καὶ Δούλη.(B. 10.)
Αἰσχρᾶς τις ἤρα καὶ κακοῤῥύπτου δούληςἰδίας ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσηιἅπανθ᾿ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης,σύρουσα λεπτὴν πορφύραν ἐπὶ κνήμας,πάσηι μάχην συνῆπτεν οἰκοδεσποίνηι·τὴν δ᾿ Ἀφροδίτην, ὥσπερ αἰτίην τούτων,λύχνοις ἐτίμα καὶ καθ᾿ ἡμέραν πᾶσανἔθυεν, ηὔχεθ᾿, ἱκέτευεν, ἠρώτα·ἕως πότ᾿ αὐτῶν ἡ θεὸς καθευδόντωνἦλθεν καθ᾿ ὕπνους, καὶ φανεῖσα τῆι δούληι«μή μοι χάριν σχῆις ὡς καλήν σε ποιούσηι·τούτωι χολοῦμαι» φησὶν, «ὧι καλὴ φαίνηι.»Ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρωνθεοβλαβής τίς ἐστι καὶ φρένας πηρός. |