Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
63.Ἄνθρωπος καὶ Λέων συνοδεύοντες.(F. 169. C. 219 et p. 374.)
Ποτὲ συνώδευσε λέων ἀνθρώπωι. Ἐκαυχῶντο οὖν πρὸς ἀλλήλους τοῖς λόγοις. Εὗρον δὲ ἐν τῆι ὁδῶι πετρίνην στήλην ὁμοίαν ἀνδρὶ, ἑτέραν στήλην λέοντος συμπνίγουσαν. Καὶ ὁ ἄνθρωπος ὑποδείξας πρὸς αὐτὴν, ταῦτα ἔφη· «ἴδε πῶς ἐσμεν κρείττονες ὑμῖν πάντων, καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον.» Ὑπολαβὼν δὲ ὁ λέων ἔφη· «ὑφ᾿ ὑμῶν εἰσιν οὕτω ταῦτα γινόμενα καὶ πραττόμενα· εἰ γὰρ ἤιδεσαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων.»Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι. |