BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[32]

63b.

Ἄλλως.

(C. 219.)

 

Ες ἔριν ἀλλήλοις ἀνήρ τε καὶ λέων προῆλθεν· καὶ ὁ μὲν ἀνὴρ τὸ τῶν ἀνθρώπων κρεῖττον ἀπέφηνε γένος, ὁ δὲ τοῖς λέουσιν ἐδίδου τὸ πλέον. Ἁμιλλωμένων δὲ περὶ τοῦ κρείττονος, πίστιν ὁ ἀνὴρ ἐξ εἰκόνος ἐλάμβανεν, ἐν ἧι λέων ἐγέγλυπτο ἐξ ἀνδρὸς ἁλισκόμενος. Καὶ πρὸς έκεῖνον ὁ λέων· «εἰ καὶ παρ᾿ ἡμῖν ἦσαν οἱ γλύφοντες, πλείους ἂν εἶδες ἑαλωκότας ἐκ λεόντων ἀνθρώπους ἢ παρ᾿ ἀνθρώπων λέοντας.»

Ὁ τοῖς ἴσοις δικαίως χρώμενος οὐκ ἀπορήσει τῆς νίκης.