BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

62.

Ἄνθρωπος καὶ Κύων.

(C. 129 et p. 331 sq. F. 22. B. 42.)

 

νθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινα τῶν φίλων αὑτῶι καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλ[31]λον κύνα ἐκάλει, λέγων· «ὦ φίλε, δεῦρο συνδείπνησόν μοι.» Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῆι καρδίαι· «βαβαὶ, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ, καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι.» Ταῦτα καθ᾿ ἑαυτὸν λέγοντος τοῦ κυνὸς, καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαῤῥοῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντοα, κατασχὼν τὰ σκέλη αὐτοῦ, ἔῤῥιψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. Ὁ δὲ κατιὼν ἀπήιει μεγάλως κράζων. Τῶν τις δὲ κυνῶν, τῶν καθ᾿ ὁδὸν αὐτῶι συναντώντων, ἐπηρώτα· «πῶς ἐδείπνησας, φίλος;» Ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη· «ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον, οὐδὲ τὴν ὁδὸν αὐτὴν, ὅθεν ἐξῆλθον, οἶδα.»

Ὁ μῦθος δηοῖ, ὅτι οὐ δεῖ θαῤῥεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις.