BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

53.

Ἀνὴρ καὶ Κύκλωψ.

(C. 384. F. 344.)

 

νήρ τις τῶν εὐλαβῶν τυγχάνων [τάχα], καὶ τοῖς πρακτέοις σεμνὸς, ἐπὶ χρόνον ἱκανὸν εὐμαρῶς τοῖς ἰδίοις παισὶ συμβιοτεύων, μετὰ ταῦτα ἐνδείαι περιπίπτει ἐσχάτηι, καὶ τὴν ψυχὴν καιρίως ἀλγῶν, ἐβλασφήμει τὸ θεῖον, καὶ ἑαυτὸν ἀνελεῖν ἀπηναγκάζετο. Λαβὼν οὖν σπάθην, ἐπί τινα τῶν ἐρημικῶν τόπων ἐξήιει, θανεῖν μᾶλλον αἱρετισάμενος, ἤπερ κακῶς ζῆν. Πορευόμενος δὲ λάκκον τινὰ βαθύτατον ἔτυχεν εὑρηκὼς, ἐν ὧι χρυχίον οὐκ ὀλίγον παρά τινος τῶν γιγανταίων ἀπετέθειτο, ὧι Κύκλωψ τὸ ὄνομα. Ἰδὼν δὲ ὁ [δῆθεν] [27] εὐλαβὴς ἀνὴρ τὸ χρυσίον, φόβου εὐθὺς καὶ χαρᾶς ἀνάπλεως γίνεται, καὶ ῥίπτει μὲν τῆς χειρὸς τὸ ξίφος, αἴρει δὲ τὸ χρυσίον ἐκεῖθεν, καὶ ἄσμενος ἐπὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὑτοῦ ἐπανέρχεται. Εἶτα ὁ Κύκλωψ ἐπὶ τὸν λάκκον ἐλθὼν, καὶ τὸ μὲν χρυσίον μὴ εὑρηκὼς, ἀντ᾿ αὐτοῦ δὲ κείμενον ἐκεῖσε τὸ ξίφος ἑωρακὼς,αὐτίκα τοῦτο σπασάμενος ἑαυτὸν διεχειρίσατο.

Ὁ μῦθος οὗτος δηλοῖ, ὡς τοῖς σκαιοῖς ἀνδράσιν ἀκολούθως ἐπισυμβαίνει τὰ φαῦλα· τοῖς δὲ ἀγαθοῖς καὶ εὐλαβέσι τὰ ἀγαθὰ ταμιεύεται.