Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
54.Ἀνὴρ καὶ Μοιχός.(B. 116.)
Νυκτὸς μεσούσης ἦιδε παῖς τις εὐφώνως·γυνὴ δ᾿ ἀκούει τοῦδε, κἀξαναστᾶσαθυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδαλαμπρᾶς σελήνης ἐν φάει καλὸν λίην,τὸν ἄνρ᾿ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι,κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξωἐλθοῦσ᾿ ἐποίει τὴν προθυμίην πλήρη.ἁνὴρ δὲ ταύτης ἐξανίστατ᾿ ἐξαίφνης,ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσωἀμηχανῶν τε καὐτὸς ἦλθεν εἰς οἶμον·καὶ γῆι συνεύνωι φησί· «μηδὲν ἐκπλήσσου,τὸν παῖδα δ᾿ ἡμῶν πεῖσον εἰς δόμους εὕδειν.»ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος,ἄμφω θελόντων δρᾶν τι, χἥδ᾿ ἐραιθύμει.Τουτὶ μὲν οὕτως· ἔμφασις δὲ τοῦ μύθου,κακόν ἐστι χαίρειν, ὅταν ἔχηι τις ἐκτῖσαι. |