BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

52.

Ἀνὴρ καὶ Γυνή.

(S. 96. C. 93. F. 246.)

 

χων τις γυναῖκα πρὸς πάντας τοὺς κατ᾿ οἶκον λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι, εἰ καὶ πρὸς τοὺς πατρώιους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. Μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο, πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο; Τῆς δὲ εἰπούσης· «οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο,» ἔφη πρὸς αὐτήν· «ἀλλ᾿ ὦ γύναι, εἰ τούτοις ἀπήχθου, οἳ ὄρθρου ὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίσασι, τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς πᾶςαν τὴν ἡμέραν συνδιέτριβες;»

Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται.