BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

51.

Ἀνὴρ, Ἵππος καὶ Πῶλος.

(C. 383. F. 343.)

 

νήρ τις ἐπωχεῖτο θηλείαι τινὶ ἵππωι ἐγκύωι ὑπαρχούσηι, καὶ ὁδοιποροῦντες αὐτοῦ πῶλον ἡ ἵππος ἀπέτεκεν. Ὁ δὲ πῶλος κατόπιν αὐτῆς εὐθὺς πορευόμενος, καὶ ταχέως ἰλιγγιάσας, πρὸς τὸν τῆς ἰδίας μητρὸς ἐπιβάτην ἔλεγεν· «ἰδοὺ, ὁρᾶις με βραχύτατον καὶ πρὸς πορείαν ἀδύνατον· γίνωσκε τοίνυν, ὡς εἰ ἐνταῦθα [26] ἐγκαταλίπηις με, αὐθωρὸν διαφθείρομαι. Εἰ δὲ ἐντεῦθεν ἄρηις με, καὶ ἀπαγάγηις ἐν τόπωι, καὶ ἀνατραφῆναι παρασκευάσηις, οὕτως αὐξυνθεὶς ἐν ὑστέρωι ἐποχεῖσθαί μοι ποιήσω σε.»

Ὁ μῦθος δηλοῖ, ὡς ἐκείνους χρὴ εὐεργετεῖν, ὑφ᾿ ὧν καὶ ἡ ἀντάμειψις τῆς εὐποιίας ἐλπίζεται.