BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

50.

Ἀνὴρ Ἀθηναῖος καὶ Θηβαῖος.

(B. 15.)

 

νὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίωι

κοινῶς ὁδεύων, ὥσπερ εἰκὸς, ὡμίλει·

ῥέων δ᾿ ὁ μῦθος ἦλθε μέχρις ἡρώων,

μακρὴ μὲν ἄλλως ῥῆσις οὐδ᾿ ἀναγκαίη.

τέλος δ᾿ ὁ μὲν Θηβαῖος υἱὸν Ἀλκμήνης

μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει·

ὁ δ᾿ ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων

Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης

ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης.

λέγων δ᾿ ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ·

ὁ δ᾿ ἄλλος, ὡς Βοιωτὸς, οὐκ ἔχων ἴσην

λόγοις ἅμιλλαν, εἶπεν ἀγρίηι μούσηι·

«πέπαυσο· νικᾶις. τοιγαροῦν χολωθείη

Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δ᾿ Ἀθηναίοις.»

Ὅτι οὐ δεῖ τοὺς μεγιστᾶνας κινεῖν εἰς ὀργὴν κατὰ τῶν ὑπεξουσίων. [Εἰς ματαιολογίας καὶ ἔριδας.]