Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
35.Ἀλώπηξ καὶ Δρυτόμος.(S. 22. C. 127 et p. 329. F. 10. B. 50.)
Ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευε κατακρύψαι αὐτήν· ὁ δ᾿ αὐτῆι παρήινησεν, εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθούσαν κρυβῆναι. Μετ᾿ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων, εἰ τεθέαται ἀλώπεκα τῆιδε παριοῦσαν, ἐκεῖνος τῆι μὲν φυνῆι ἠρνεῖτο ἑωρακέναι, τῆι δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκέκρυπτο. Τῶν δὲ οὐχ οἷς ἔνευε προςσχόντων, ἀλλ᾿ οἷς ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας, ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο· μεμφομένου δ᾿ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ᾿ αὐτοῦ οὐδὲ φωνῆς αὐτὸν ἠξίωσεν, ἔφη· «ἀλλ᾿ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῶν χειρῶν καὶ τοὺς τρόπους εἶχες.»Τούτωι τῶι λόγωι χρήσαιτ᾿ ἄν τις πρὸς ἐκείνους τῶν ἀνθρώπων, οἵτινες τὰ μὲν χρηστὰ σαφῶς ἐπαγγέλλονται, ἔργα δὲ φαῦλα δρῶσιν. |