Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
35b.Ἄλλως. Ἀλώπηξ καὶ Ποιμήν.(C. p. 70.)
Ἔλαφον διώκει λέων. Ἡ δὲ φεύγουσα ὑπεξάγει καὶ καταδύεται εἰς δρυμῶνα βαθύν. Ὁ δὲ λέων, ἐπιστὰς τῶι δρυμῶι, ἐρωτᾶι τὸν ποιμένα, εἴ που εἶδε πτήξασαν τὴν ἔλαφον. Ὁ δὲ ποιμὴν οὐκ ἔφη εἰδέναι, καὶ ὁμοῦ λέγων τὴν χεῖρα ἀνατείνας ἔδειξε τὸ χωρίον. Ὤιχετο ὁ λέων ἐπὶ τὴν δειλαίαν ἔλαφον· ἡ δὲ ἀλώπηξ πρὸς τὸν ποιμένα λέγει· «ὡς δειλὸς ἄρα καὶ πονηρὸς ἦσθα, δειλὸς μὲν πρὸς λέοντας, πονηρὸς δὲ εἰς ἐλαφους.» |