Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
34.Ἀλώπηξ καὶ Γέρανος.(C. 326. F. 397. ex Plut. Symp. Disput. I, c. 5. p. 614, E.)
Οἱ τοιαῦτα προβλήματα καθιέντες οὐδὲν ἂν τῆς Αἰσωπείου γεράνου καὶ ἀλώπεκος ἐπιεικέστεροι πρὸς κοινωνίαν φανεῖεν· ὧν ἡ μὲν ἔτνος τι λιπαρὸν κατὰ λίθου πλατείας καταχεαμένη, ἠνία ἅμα γέλωτα παρέχουσαν· ἐξέφευγε γὰρ ὑγρότητι τὸ ἔτνος τὴν λεπτότητα τοῦ στόματος αὐτῆς. Ἐν μέρει τοίνυν ἡ γέρανος αὐτῆι καταγγείλασα δεῖπνον, ἐν λαγυνίδι προὔθηκε λεπτὸν ἐχούσηι καὶ μακρὸν τράχηλον, ὥστε αὐτὴν μὲν καθιέναι τὸ στόμα ῥαιδίως καὶ ἀπολαύειν, τὴν δὲ ἀλώπεκα, μὴ δυναμένην, κομίζεσθαι συμβολὰς πρεπούσας.Οὕτω τοίνυν, ὅταν οἱ φιλόσοφοι παρὰ πότον εἰς λεπτὰ καὶ διαλεκτικὰ προβλήματα καταδύντες, ἐνοχλῶσι τοῖς πολλοῖς ἕπεσθαι μὴ δυναμένοις, ἐκεῖνοι δὲ πάλιν ἐπ᾿ ὠιδάς τινας καὶ διηγήματα φλυαρώδη καὶ λόγους βαναύσους καὶ ἀγοραίους ἐμβάλωσιν ἑαυτοὺς, οἴχεται [18] τῆς συμποτικῆς κοινωνίας τὸ τέλος καὶ καθύβρισται ὁ Διόνυσος. |