Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
7.Ἀετός καὶ Κάνθαρος.(S. 3. C. 2. F. 223.)
Ἀετὸς λαγωὸν ἐδίωκεν· ὁ δὲ ἐν ἐρημίαι τῶν βοηθησόντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχε κάνθαρον ἰδὼν, τοῦτον ἱκέτευεν. Ὁ δὲ παραθαῤῥύνας αὐτὸν, [4] ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην· κἀκεῖνος ὑπεριδὼν τὴν σμικρότητα, ἐν ὄψει κανθάρου τὸν λαγωὸν κατευοινήσατο. Ὁ δὲ ἀπ᾿ ἐκείνου μνησικακῶν διετέλει, παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς, καὶ εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος διαιρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἐστὶ δὲ τοῦ Διὸς ἱερὸς ὁ ὄρνις), καὶ αὐτοῦ ἐδεήθη, τόπον αὐτῶι πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. Τοῦ δὲ Διὸς ἐν τοῖς κόλποις αὑτοῦ τίκτειν ἐπιτρέψαντος αὐτῶι, ὁ κάνθαρος τοῦτο ἑωρακὼς, κόπρου σφαῖραν ποιήσας ἀνέπτη, καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους, ἐνταῦθα καθῆκεν. Ὁ δὲ Ζεὺς ἀποδύσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν ἀποῤῥίψας τὰ ὠά· ἀπ᾿ ἐκείνου τε φασὶ, περὶ ὃν καιρὸν οἱ κάνθαροι γίγνονται, τοὺς ἀετοὺς μὴ νεοττεύειν.Ὁ λόγος δηλοῖ, μηδενὸς καταφρονεῖν, λογιζομένους, ὅτι οὐδεὶς οὕτω ἐστὶν ἀδύνατος, ὡς προπηλακισθεὶς μὴ δύνασθαι ἑαυτὸν ἐκδικῆσαι. |