Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
6.Ἀετός καὶ Ἄνθρωπος.(F. 23. C. 147 et p. 345.)
Ἀετός ποτε ἑάλω ὑπ᾿ ἀνθρώπου, ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας, εἴασεν αὐτὸν ἐν οἴκωι σὺν ὄρνισιν· ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. Ἕτερος δέ τις τοῦτον ἐξαγοράσας, ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον τῶι εὐεργέτηι. Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα· «μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε πάλιν κυνηγήσηι, καὶ αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσηι.»Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκκλίνειν. |