BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

8.

Ἀετός καὶ Κολοιὸς καὶ Ποιμήν.

(S. 2. C. 203 et p. 370. F. 3.)

 

ετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἄρνα ἥρπασε· κολοιὸς δὲ τοῦτο θεασάμενος διὰ ζῆλον τοῦτον μιμήσασθαι ἤθελε. Καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ τοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη· ἐμπαρέντων δ᾿ αὐτοῦ τῶν ὀνύχων τοῖς μαλλοῖς, ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο. ἕως ὁ ποιμὴν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν συνέλαβεν αὐτόν. Καὶ περικόψας αὐτοῦ τὰ ὀξύπτερα, ὡς ἑσπέρα κατέλαβε, τοῖς αὑτοῦ παισὶν ἐκόμισε. Τῶν δὲ πυνθανομένων, τί ἂν εἴη τὸ ὄρνεον, ἔφη· «ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὑτὸς βούλεται, ἀετός.»

[5] Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα πρὸς τῶι μηδὲν ἀνύειν καὶ ἐπὶ συνφοραῖς προσκτᾶται γέλωτα.