Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
2.Ἀγαλματοπώλης(F. 128. C. 148 et p. 345. S. 99)
Ξύλινόν τις Ἑρμῆν κατασκευάσας, προσενεγκὼν ἐπώλει. Μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος ἐβόα, ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους τητρητικὸν πιπράσκει. Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· «ὦ οὗτος, καὶ τί τοῦτον ὄντα τοιοῦτον πωλεῖ, δέον τῶν παρ᾽ αὐτοῦ ὠφελειῶν ἀπολαύειν;» ἀπεκρίνατο· «ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς ἐπιδέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν.»Πρὸς ἄνδρα αἰσχροκερδῆ καὶ τὀ θεῖον περιφρονοῦντα. |