Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
[1] |
1.Ἀγαθὰ καὶ Κακά.(F. 347. C. 402.)
Ἀγαθὰ πάντα ὑπὸ τῶν κακῶν ἐδιώχθη, ὡς ἀσθενῆ ὄντα· εἰς οὐρανὸν δὲ ἀνῆλθον. Καὶ τἀγαθὰ ἠρώτησαν τὸν Δία, πῶς εἶναι δεῖ μετὰ ἀνθρώπων. Ὁ δὲ εἶπε, μὴ μετ᾽ ἀλλήλων πάντα, ἓν δὲ καθ᾽ ἓν τοῖς ἀνθρώποις ἐπέρχεσθαι. Διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βραδίον ἐξ οὐρανοῦ κάτεισι.Ὁ λόγος δηλοῖ, ὅτι ἀγαθῶι μὲν οὐδεὶς ταχέως ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθ᾽ ἑκάστην πλήττεται. |