Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
3.Ἀγροῖκος καὶ Ὀνάρια.(F. 413. C. 346.)
Γεωργός τις ἐπ᾿ ἀγροῦ γεγηρακὼς, ἐπεὶ μηδέποτε εἰσῆλθεν εἰς ἄστυ, παρεκάλει τοὺς οἰκείους τοῦτο θεάσασθαι. Οἱ δὲ ζεύξαντες ὀνάρια καὶ ἐπὶ τῆς ἀπήνης αὐτὸν ἀναβιβασάμενοι, μόνον ἐκέλευσαν ἐλαύνειν. Ὁδεύοντι δὲ χειμῶνος καὶ θυέλλης τὸν ἀέρα καταλαβόντων [2] καὶ ζόφου γενομένου, τὰ ὀνάρια τὴς ὁδοῦ πλανηθέντα εἴς τινα κρημνὸν ἐξετόπισεν τὸν πρεσβύτην. Ὁ δὲ μέλλων ἤδη κατακρημνίζεσθαι «ὦ Ζεῦ,» εἶπε «τί ποτέ σε ἠδίκησα, ὅτι οὕτω παρὰ λόγον ἀπόλλυμαι, καὶ ταῦτα οὔτ᾿ ὑφ᾿ ἵππων γενναίων οὐθ᾿ ἡμιόνων ἀγαθῶν, ἀλλ᾿ ὀναρίων εὐτελεστάτων;» |