Euripides
485/84 - 406/05 a. Chr. n.
Μήδεια
1251-1292
|
|
____________________________________________________________________
|
|
Στάσιμον εʹ
{στρ.} Χο. ἰὼ Γᾶ τε καὶ παμφαὴςἀκτὶς Ἀελίου, κατίδετ᾽ ἴδετε τὰνὀλομέναν γυναῖκα, πρὶν φοινίαντέκνοις προσβαλεῖν χέρ᾽ αὐτοκτόνον· | |
1255 | τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶςἔβλαστεν, θεοῦ δ᾽ αἷμά τι πίτνεινφόβος ὑπ᾽ ἀνέρων.ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ-γε κατάπαυσον, ἔξελ᾽ οἴκων φονίαν |
1260 | τάλαινάν τ᾽ Ἐρινὺν ὑπ᾽ ἀλαστόρων.
{ἀντ.} μάταν μόχθος ἔρρει τέκνων,ἄρα μάταν γένος φίλιον ἔτεκες, ὦκυανεᾶν λιποῦσα Συμπληγάδωνπετρᾶν ἀξενωτάταν ἐσβολάν; |
1265 | δειλαία, τί σοι φρενῶν βαρὺςχόλος προσπίτνει καὶ δυσμενὴςφόνος; ἀμείβεταιχαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά-σματα †ἐπὶ γαῖαν† αὐτοφόνταις ξυνωι- |
1270 | δὰ θεόθεν πίτνοντ᾽ ἐπὶ δόμοις ἄχη.
< ΠΑΙΔΕΣ ἔνδοθεν ·αἰαῖ. >
{στρ.} Χο. ἀκούεις βοὰν ἀκούεις τέκνων; |
1274 | ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι. |
1271 | Παι. α – οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας; |
1272 | Παι. β – οὐκ οἶδ᾽, ἀδελφὲ φίλτατ᾽· ὀλλύμεσθα γάρ. |
1275 | Χο. παρέλθω δόμους; ἀρῆξαι φόνον.δοκεῖ μοι τέκνοις.Παι. α – ναί, πρὸς θεῶν, ἀρήξατ᾽· ἐν δέοντι γάρ.Παι. β – ὡς ἐγγὺς ἤδη γ᾽ ἐσμὲν ἀρκύων ξίφους.
Χο. τάλαιν᾽, ὡς ἄρ᾽ ἦσθα πέτρος ἢ σίδα- |
1280 | ρος ἅτις τέκνωνὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίραι κτενεῖς.
{ἀντ.} μίαν δὴ κλύω μίαν τῶν πάροςγυναῖκ᾽ ἐν φίλοις χέρα βαλεῖν τέκνοις·Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ᾽ ἡ Διὸς |
1285 | δάμαρ νιν ἐξέπεμψε δωμάτων ἄληι·πίτνει δ᾽ ἁ τάλαιν᾽ ἐς ἅλμαν φόνωιτέκνων δυσσεβεῖ,ἀκτῆς ὑπερτείνασα ποντίας πόδα,δυοῖν τε παίδοιν ξυνθανοῦσ᾽ ἀπόλλυται.
|
1290 | τί δῆτ᾽ οὐ γένοιτ᾽ ἂν ἔτι δεινόν; ὦγυναικῶν λέχοςπολύπονον, ὅσα βροτοῖς ἔρεξας ἤδη κακά. |