Euripides
485/84 - 406/05 a. Chr. n.
Μήδεια
1002-1250
|
|
____________________________________________________________________
|
|
Ἐπεισόδιον εʹ
Πα. δέσποιν᾽, ἀφεῖνται παῖδες οἵδε σοι φυγῆς,καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖνἐδέξατ᾽· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.ἔα· | |
1005 | τί συγχυθεῖσ᾽ ἕστηκας ἡνίκ᾽ εὐτυχεῖς;τί σὴν ἔτρεψας ἔμπαλιν παρηίδακοὐκ ἀσμένη τόνδ᾽ ἐξ ἐμοῦ δέχηι λόγον;Μη. αἰαῖ.Πα. τάδ᾽ οὐ ξυνωιδὰ τοῖσιν ἐξηγγελμένοις.Μη. αἰαῖ μάλ᾽ αὖθις. Πα. μῶν τιν᾽ ἀγγέλλων τύχην |
1010 | οὐκ οἶδα, δόξης δ᾽ ἐσφάλην εὐαγγέλου;Μη. ἤγγειλας οἷ᾽ ἤγγειλας· οὐ σὲ μέμφομαι.Πα. τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς;Μη. πολλή μ᾽ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶκἀγὼ κακῶς φρονοῦσ᾽ ἐμηχανησάμην. |
1015 | Πα. θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.Μη. ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν᾽ ἐγώ.Πα. οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.Μη. δράσω τάδ᾽. ἀλλὰ βαῖνε δωμάτων ἔσω |
1020 | καὶ παισὶ πόρσυν᾽ οἶα χρὴ καθ᾽ ἡμέραν.ὦ τέκνα τέκνα, σφῶιν μὲν ἔστι δὴ πόλιςκαὶ δῶμ᾽, ἐν ὧι λιπόντες ἀθλίαν ἐμέ,οἰκήσετ᾽ αἰεὶ μητρὸς ἐστερημένοι·ἐγὼ δ᾽ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς, |
1025 | πρὶν σφῶιν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίουςεὐνὰς ἀγῆλαι λαμπάδας τ᾽ ἀνασχεθεῖν.ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.ἄλλως ἄρ᾽ ὑμᾶς, ὦ τέκν᾽, ἐξεθρεψάμην, |
1030 | ἄλλως δ᾽ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,στερρὰς ἐνεγκοῦσ᾽ ἐν τόκοις ἀλγηδόνας.ἦ μήν ποθ᾽ ἡ δύστηνος εἶχον ἐλπίδαςπολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ᾽ ἐμὲκαὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν, |
1035 | ζηλωτὸν ἀνθρώποισι· νῦν δ᾽ ὄλωλε δὴγλυκεῖα φροντίς. σφῶιν γὰρ ἐστερημένηλυπρὸν διάξω βίοτον ἀλγεινόν τ᾽ ἐμοί.ὑμεῖς δὲ μητέρ᾽ οὐκέτ᾽ ὄμμασιν φίλοιςὄψεσθ᾽, ἐς ἄλλο σχῆμ᾽ ἀποστάντες βίου. |
1040 | φεῦ φεῦ· τί προσδέρκεσθέ μ᾽ ὄμμασιν, τέκνα;τί προσγελᾶτε τὸν πανύστατον γέλων;αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα |
1045 | τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖςλυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;οὐ δῆτ᾽ ἔγωγε· χαιρέτω βουλεύματα.καίτοι τί πάσχω; βούλομαι γέλωτ᾽ ὀφλεῖν |
1050 | ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;τολμητέον τάδ᾽. ἀλλὰ τῆς ἐμῆς κάκης,τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτωι δὲ μὴθέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν, |
1055 | αὐτῶι μελήσει· χεῖρα δ᾽ οὐ διαφθερῶ.ἆ ἆ.μὴ δῆτα, θυμέ, μὴ σύ γ᾽ ἐργάσηι τάδε·ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·ἐκεῖ μεθ᾽ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.μὰ τοὺς παρ᾽ Ἅιδηι νερτέρους ἀλάστορας, |
1060 | οὔτοι ποτ᾽ ἔσται τοῦθ᾽ ὅπως ἐχθροῖς ἐγὼπαῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.πάντως σφ᾽ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται. |
1065 | καὶ δὴ ᾽πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲνύμφη τύραννος ὄλλυται, σάφ᾽ οἶδ᾽ ἐγώ.ἀλλ᾽, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν,καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,παῖδας προσειπεῖν βούλομαι. – δότ᾽, ὦ τέκνα, |
1070 | δότ᾽ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμακαὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,εὐδαιμονοῖτον, ἀλλ᾽ ἐκεῖ· τὰ δ᾽ ἐνθάδεπατὴρ ἀφείλετ᾽. ὦ γλυκεῖα προσβολή, |
1075 | ὦ μαλθακὸς χρὼς πνεῦμά θ᾽ ἥδιστον τέκνων.χωρεῖτε χωρεῖτ᾽· οὐκέτ᾽ εἰμὶ προσβλέπεινοἵα τε †πρὸς ὑμᾶς†, ἀλλὰ νικῶμαι κακοῖς.καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων, |
1080 | ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.
Χο. πολλάκις ἤδηδιὰ λεπτοτέρων μύθων ἔμολονκαὶ πρὸς ἁμίλλας ἦλθον μείζουςἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν· |
1085 | ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν,ἣ προσομιλεῖ σοφίας ἕνεκεν,πάσαισι μὲν οὔ· παῦρον †δὲ δὴγένος ἐν πολλαῖς εὕροις ἂν ἴσως†κοὐκ ἀπόμουσον τὸ γυναικῶν. |
1090 | καί φημι βροτῶν οἵτινές εἰσινπάμπαν ἄπειροι μηδ᾽ ἐφύτευσανπαῖδας, προφέρειν εἰς εὐτυχίαντῶν γειναμένων.οἱ μὲν ἄτεκνοι δι᾽ ἀπειροσύνην |
1095 | εἴθ᾽ ἡδὺ βροτοῖς εἴτ᾽ ἀνιαρὸνπαῖδες τελέθουσ᾽ οὐχὶ τυχόντεςπολλῶν μόχθων ἀπέχονται·οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοιςγλυκερὸν βλάστημ᾽, ἐσορῶ μελέτηι |
1100 | κατατρυχομένους τὸν ἅπαντα χρόνον,πρῶτον μὲν ὅπως θρέψουσι καλῶςβίοτόν θ᾽ ὁπόθεν λείψουσι τέκνοις·ἔτι δ᾽ ἐκ τούτων εἴτ᾽ ἐπὶ φλαύροιςεἴτ᾽ ἐπὶ χρηστοῖςμοχθοῦσι, τόδ᾽ ἐστὶν ἄδηλον. |
1105 | ἓν δὲ τὸ πάντων λοίσθιον ἤδηπᾶσιν κατερῶ θνητοῖσι κακόν·καὶ δὴ γὰρ ἅλις βίοτόν θ᾽ ηὗρονσῶμά τ᾽ ἐς ἥβην ἤλυθε τέκνωνχρηστοί τ᾽ ἐγένοντ᾽· εἰ δὲ κυρήσαι |
1110 | δαίμων οὕτω, φροῦδος ἐς Ἅιδηνθάνατος προφέρων σώματα τέκνων.πῶς οὖν λύει πρὸς τοῖς ἄλλοιςτήνδ᾽ ἔτι λύπην ἀνιαροτάτηνπαίδων ἕνεκεν |
1115 | θνητοῖσι θεοὺς ἐπιβάλλειν;
Μη. φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχηνκαραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονοςστείχοντ᾽ ὀπαδῶν· πνεῦμα δ᾽ ἠρεθισμένον |
1120 | δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.
ΑΓΓΕΛΟΣ ·ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐανλιποῦσ᾽ ἀπήνην μήτ᾽ ὄχον πεδοστιβῆ.Μη. τί δ᾽ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς; |
1125 | Αγ. ὄλωλεν ἡ τύραννος ἀρτίως κόρηΚρέων θ᾽ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.Μη. κάλλιστον εἶπας μῦθον, ἐν δ᾽ εὐεργέταιςτὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσηι.Αγ. τί φήις; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνηι, γύναι, |
1130 | ἥτις, τυράννων ἑστίαν ἠικισμένη,χαίρεις κλύουσα κοὐ φοβῆι τὰ τοιάδε;Μη. ἔχω τι κἀγὼ τοῖσι σοῖς ἐναντίονλόγοισιν εἰπεῖν. ἀλλὰ μὴ σπέρχου, φίλος,λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν |
1135 | τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.Αγ. ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴσὺν πατρὶ καὶ παρῆλθε νυμφικοὺς δόμους,ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖςδμῶες· δι᾽ ὤτων δ᾽ εὐθὺς ἦν πολὺς λόγος |
1140 | σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.κυνεῖ δ᾽ ὁ μέν τις χεῖρ᾽, ὁ δὲ ξανθὸν κάραπαίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕποστέγας γυναικῶν σὺν τέκνοις ἅμ᾽ ἑσπόμην.δέσποινα δ᾽ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν, |
1145 | πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,πρόθυμον εἶχ᾽ ὀφθαλμὸν εἰς Ἰάσονα·ἔπειτα μέντοι προυκαλύψατ᾽ ὄμματαλευκήν τ᾽ ἀπέστρεψ᾽ ἔμπαλιν παρηίδα,παίδων μυσαχθεῖσ᾽ εἰσόδους· πόσις δὲ σὸς |
1150 | ὀργάς τ᾽ ἀφήιρει καὶ χόλον νεάνιδος,λέγων τάδ᾽· Οὐ μὴ δυσμενὴς ἔσηι φίλοις,παύσηι δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,φίλους νομίζουσ᾽ οὕσπερ ἂν πόσις σέθεν,δέξηι δὲ δῶρα καὶ παραιτήσηι πατρὸς |
1155 | φυγὰς ἀφεῖναι παισὶ τοῖσδ᾽ ἐμὴν χάριν;ἡ δ᾽, ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,ἀλλ᾽ ἤινεσ᾽ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμωνμακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας σέθενλαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο, |
1160 | χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοιςλαμπρῶι κατόπτρωι σχηματίζεται κόμην,ἄψυχον εἰκὼ προσγελῶσα σώματος.κἄπειτ᾽ ἀναστᾶσ᾽ ἐκ θρόνων διέρχεταιστέγας, ἁβρὸν βαίνουσα παλλεύκωι ποδί, |
1165 | δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκιςτένοντ᾽ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ᾽ ἰδεῖν·χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλινχωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει |
1170 | θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.καί τις γεραιὰ προσπόλων, δόξασά πουἢ Πανὸς ὀργὰς ἤ τινος θεῶν μολεῖν,ἀνωλόλυξε, πρίν γ᾽ ὁρᾶι διὰ στόμαχωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ᾽ ἄπο |
1175 | κόρας στρέφουσαν, αἷμά τ᾽ οὐκ ἐνὸν χροΐ·εἶτ᾽ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγανκωκυτόν. εὐθὺς δ᾽ ἡ μὲν ἐς πατρὸς δόμουςὥρμησεν, ἡ δὲ πρὸς τὸν ἀρτίως πόσιν,φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ |
1180 | στέγη πυκνοῖσιν ἐκτύπει δραμήμασιν.ἤδη δ᾽ ἀνέλκων κῶλον ἕκπλεθρον δρόμουταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο·ἡ δ᾽ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματοςδεινὸν στενάξασ᾽ ἡ τάλαιν᾽ ἠγείρετο. |
1185 | διπλοῦν γὰρ αὐτῆι πῆμ᾽ ἐπεστρατεύετο·χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκοςθαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,λευκὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος. |
1190 | φεύγει δ᾽ ἀναστᾶσ᾽ ἐκ θρόνων πυρουμένη,σείουσα χαίτην κρᾶτά τ᾽ ἄλλοτ᾽ ἄλλοσε,ῥῖψαι θέλουσα στέφανον· ἀλλ᾽ ἀραρότωςσύνδεσμα χρυσὸς εἶχε, πῦρ δ᾽, ἐπεὶ κόμηνἔσεισε μᾶλλον, δὶς τόσως ἐλάμπετο. |
1195 | πίτνει δ᾽ ἐς οὖδας συμφορᾶι νικωμένη,πλὴν τῶι τεκόντι κᾶρτα δυσμαθὴς ἰδεῖν·οὔτ᾽ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασιςοὔτ᾽ εὐφυὲς πρόσωπον, αἷμα δ᾽ ἐξ ἄκρουἔσταζε κρατὸς συμπεφυρμένον πυρί, |
1200 | σάρκες δ᾽ ἀπ᾽ ὀστέων ὥστε πεύκινον δάκρυγνάθοις ἀδήλοις φαρμάκων ἀπέρρεον,δεινὸν θέαμα· πᾶσι δ᾽ ἦν φόβος θιγεῖννεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.πατὴρ δ᾽ ὁ τλήμων συμφορᾶς ἀγνωσίαι |
1205 | ἄφνω παρελθὼν δῶμα προσπίτνει νεκρῶι·ὤιμωξε δ᾽ εὐθὺς καὶ περιπτύξας χέραςκυνεῖ προσαυδῶν τοιάδ᾽. Ὦ δύστηνε παῖ,τίς σ᾽ ὧδ᾽ ἀτίμως δαιμόνων ἀπώλεσε;τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν |
1210 | τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,χρήιζων γεραιὸν ἐξαναστῆσαι δέμαςπροσείχεθ᾽ ὥστε κισσὸς ἔρνεσιν δάφνηςλεπτοῖσι πέπλοις, δεινὰ δ᾽ ἦν παλαίσματα· |
1215 | ὃ μὲν γὰρ ἤθελ᾽ ἐξαναστῆσαι γόνυ,ἣ δ᾽ ἀντελάζυτ᾽. εἰ δὲ πρὸς βίαν ἄγοι,σάρκας γεραιὰς ἐσπάρασσ᾽ ἀπ᾽ ὀστέων.χρόνωι δ᾽ ἀπέστη καὶ μεθῆχ᾽ ὁ δύσμοροςψυχήν· κακοῦ γὰρ οὐκέτ᾽ ἦν ὑπέρτερος. |
1220 | κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρπέλας, ποθεινὴ δακρύοισι συμφορά.καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·γνώσηι γὰρ αὐτὴ ζημίας ἀποστροφήν.τὰ θνητὰ δ᾽ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν, |
1225 | οὐδ᾽ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶνδοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγωντούτους μεγίστην ζημίαν ὀφλισκάνειν.θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·ὄλβου δ᾽ ἐπιρρυέντος εὐτυχέστερος |
1230 | ἄλλου γένοιτ᾽ ἂν ἄλλος, εὐδαίμων δ᾽ ἂν οὔ.
Χο. ἔοιχ᾽ ὁ δαίμων πολλὰ τῆιδ᾽ ἐν ἡμέραικακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν,κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους |
1235 | οἴχηι γάμων ἕκατι τῶν Ἰάσονος.Μη. φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοιπαῖδας κτανούσηι τῆσδ᾽ ἀφορμᾶσθαι χθονός,καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκναἄλληι φονεῦσαι δυσμενεστέραι χερί. |
1240 | πάντως σφ᾽ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.ἀλλ᾽ εἶ᾽ ὁπλίζου, καρδία. τί μέλλομεντὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;ἄγ᾽, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος, |
1245 | λάβ᾽, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου,καὶ μὴ κακισθῆις μηδ᾽ ἀναμνησθῆις τέκνων,ὡς φίλταθ᾽, ὡς ἔτικτες, ἀλλὰ τήνδε γελαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν,κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ᾽, ὅμως |
1250 | φίλοι γ᾽ ἔφυσαν – δυστυχὴς δ᾽ ἐγὼ γυνή. |