BIBLIOTHECA AUGUSTANA

 

Euripides

485/84 - 406/05 a. Chr. n.

 

Μήδεια

 

976-1001

 

____________________________________________________________________

 

 

 

Στάσιμον δʹ

 

{στρ.} Χο. νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας,

οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη.

δέξεται νύμφα χρυσέων ἀναδεσμῶν

δέξεται δύστανος ἄταν·

980

ξανθᾶι δ᾽ ἀμφὶ κόμαι θήσει τὸν Ἅιδα

κόσμον αὐτὰ χεροῖν. [λαβοῦσα].

 

{ἀντ.} πείσει χάρις ἀμβρόσιός τ᾽ αὐγὰ πέπλον

†χρυσεοτευκτὸν† στέφανον περιθέσθαι·

985

νερτέροις δ᾽ ἤδη πάρα νυμφοκομήσει.

τοῖον εἰς ἕρκος πεσεῖται

καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ᾽

990

οὐχ ὑπεκφεύξεται.

 

{στρ.} σὺ δ᾽, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων,

παισὶν οὐ κατειδὼς

ὄλεθρον βιοτᾶι προσάγεις ἀλόχωι τε

σᾶι στυγερὸν θάνατον.

995

δύστανε, μοίρας ὅσον παροίχηι.

 

{ἀντ.} μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων

μᾶτερ, ἃ φονεύσεις

τέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅ

1000

σοι προλιπὼν ἀνόμως

ἄλλαι ξυνοικεῖ πόσις συνεύνωι.