Euripides
485/84 - 406/05 a. Chr. n.
Μήδεια
866-975
|
|
____________________________________________________________________
|
|
Ἐπεισόδιον δʹ
Ια. ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴςοὔ τἂν ἁμάρτοις τοῦδέ γ᾽, ἀλλ᾽ ἀκούσομαιτί χρῆμα βούληι καινὸν ἐξ ἐμοῦ, γύναι.Μη. Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων | |
870 | συγγνώμον᾽ εἶναι· τὰς δ᾽ ἐμὰς ὀργὰς φέρεινεἰκός σ᾽, ἐπεὶ νῶιν πόλλ᾽ ὑπείργασται φίλα.ἐγὼ δ᾽ ἐμαυτῆι διὰ λόγων ἀφικόμηνκἀλοιδόρησα· Σχετλία, τί μαίνομαικαὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ, |
875 | ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαιπόσει θ᾽, ὃς ἡμῖν δρᾶι τὰ συμφορώτατα,γήμας τύραννον καὶ κασιγνήτους τέκνοιςἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαιθυμοῦ – τί πάσχω; – θεῶν ποριζόντων καλῶς; |
880 | οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόναφεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;ταῦτ᾽ ἐννοηθεῖσ᾽ ἠισθόμην ἀβουλίανπολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ᾽ ἐμοὶ δοκεῖς |
885 | κῆδος τόδ᾽ ἡμῖν προσλαβών, ἐγὼ δ᾽ ἄφρων,ἧι χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτωνκαὶ ξυμπεραίνειν καὶ παρεστάναι λέχεινύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.ἀλλ᾽ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν, |
890 | γυναῖκες· οὔκουν χρῆν σ᾽ ὁμοιοῦσθαι κακοῖς,οὐδ᾽ ἀντιτείνειν νήπι᾽ ἀντὶ νηπίων.παριέμεσθα, καί φαμεν κακῶς φρονεῖντότ᾽, ἀλλ᾽ ἄμεινον νῦν βεβούλευμαι τάδε·ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας, |
895 | ἐξέλθετ᾽, ἀσπάσασθε καὶ προσείπατεπατέρα μεθ᾽ ἡμῶν, καὶ διαλλάχθηθ᾽ ἅματῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν |
900 | ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.ἆρ᾽, ὦ τέκν᾽, οὕτω καὶ πολὺν ζῶντες χρόνονφίλην ὀρέξετ᾽ ὠλένην; τάλαιν᾽ ἐγώ,ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.χρόνωι δὲ νεῖκος πατρὸς ἐξαιρουμένη |
905 | ὄψιν τέρειναν τήνδ᾽ ἔπλησα δακρύων.Χο. κἀμοὶ κατ᾽ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ·καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.Ια. αἰνῶ, γύναι, τάδ᾽, οὐδ᾽ ἐκεῖνα μέμφομαι·εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος |
910 | γάμους παρεμπολῶντος ἀλλοίους πόσει.ἀλλ᾽ ἐς τὸ λῶιον σὸν μεθέστηκεν κέαρ,ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῶι χρόνωι,βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ |
915 | πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν·οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίαςτὰ πρῶτ᾽ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.ἀλλ᾽ αὐξάνεσθε· τἄλλα δ᾽ ἐξεργάζεταιπατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής· |
920 | ἴδοιμι δ᾽ ὑμᾶς εὐτραφεῖς ἥβης τέλοςμολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,στρέψασα λευκὴν ἔμπαλιν παρηίδα,κοὐκ ἀσμένη τόνδ᾽ ἐξ ἐμοῦ δέχηι λόγον; |
925 | Μη. οὐδέν. τέκνων τῶνδ᾽ ἐννοουμένη πέρι.Ια. θάρσει νυν· εὖ γὰρ τῶνδ᾽ ἐγὼ θήσω πέρι.Μη. δράσω τάδ᾽· οὔτοι σοῖς ἀπιστήσω λόγοις·γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.Ια. τί δῆτα λίαν τοῖσδ᾽ ἐπιστένεις τέκνοις; |
930 | Μη. ἔτικτον αὐτούς· ζῆν δ᾽ ὅτ᾽ ἐξηύχουν τέκνα,ἐσῆλθέ μ᾽ οἶκτος εἰ γενήσεται τάδε.ἀλλ᾽ ὧνπερ οὕνεκ᾽ εἰς ἐμοὺς ἥκεις λόγους,τὰ μὲν λέλεκται, τῶν δ᾽ ἐγὼ μνησθήσομαι.ἐπεὶ τυράννοις γῆς μ᾽ ἀποστεῖλαι δοκεῖ |
935 | κἀμοὶ τάδ᾽ ἐστὶ λῶιστα, γιγνώσκω καλῶς,μήτ᾽ ἐμποδών σοι μήτε κοιράνοις χθονὸςναίειν – δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις –,ἡμεῖς μὲν ἐκ γῆς τῆσδ᾽ ἀπαροῦμεν φυγῆι,παῖδες δ᾽ ὅπως ἂν ἐκτραφῶσι σῆι χερί, |
940 | αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.Ια. οὐκ οἶδ᾽ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.Μη. σὺ δ᾽ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸςγυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.Ια. μάλιστα, καὶ πείσειν γε δοξάζω σφ᾽ ἐγώ. |
945 | εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία.Μη. συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·πέμψω γὰρ αὐτῆι δῶρ᾽ ἃ καλλιστεύεταιτῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ᾽ ἐγώ, πολύ,λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον |
950 | παῖδας φέροντας. ἀλλ᾽ ὅσον τάχος χρεὼνκόσμον κομίζειν δεῦρο προσπόλων τινά.εὐδαιμονήσει δ᾽ οὐχ ἕν, ἀλλὰ μυρία,ἀνδρός τ᾽ ἀρίστου σοῦ τυχοῦσ᾽ ὁμευνέτουκεκτημένη τε κόσμον ὅν ποθ᾽ Ἥλιος |
955 | πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέραςκαὶ τῆι τυράννωι μακαρίαι νύμφηι δότεφέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.Ια. τί δ᾽, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας; |
960 | δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,δοκεῖς δὲ χρυσοῦ; σῶιζε, μὴ δίδου τάδε.εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸςγυνή, προθήσει χρημάτων, σάφ᾽ οἶδ᾽ ἐγώ.Μη. μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος· |
965 | χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός,νέα τυραννεῖ· τῶν δ᾽ ἐμῶν παίδων φυγὰςψυχῆς ἂν ἀλλαξαίμεθ᾽, οὐ χρυσοῦ μόνον.ἀλλ᾽, ὦ τέκν᾽, εἰσελθόντε πλουσίους δόμους |
970 | πατρὸς νέαν γυναῖκα, δεσπότιν δ᾽ ἐμήν,ἱκετεύετ᾽, ἐξαιτεῖσθε μὴ φεύγειν χθόνα,κόσμον διδόντες – τοῦδε γὰρ μάλιστα δεῖ –ἐς χεῖρ᾽ ἐκείνην δῶρα δέξασθαι τάδε.ἴθ᾽ ὡς τάχιστα· μητρὶ δ᾽ ὧν ἐρᾶι τυχεῖν |
975 | εὐάγγελοι γένοισθε πράξαντες καλῶς. |