Euripides
485/84 - 406/05 a. Chr. n.
Μήδεια
824-865
|
|
____________________________________________________________________
|
|
Στάσιμον γʹ
{στρ.} Χο. Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοικαὶ θεῶν παῖδες μακάρων, ἱερᾶς | |
825 | χώρας ἀπορθήτου τ᾽ ἄπο, φερβόμενοικλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτουβαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ᾽ ἁγνὰς |
830 | ἐννέα Πιερίδας Μούσας λέγουσιξανθὰν Ἁρμονίαν φυτεῦσαι·
|
835 | {ἀντ.} τοῦ καλλινάου τ᾽ ἐπὶ Κηφισοῦ ῥοαῖςτὰν Κύπριν κλήιζουσιν ἀφυσσαμένανχώρας καταπνεῦσαι μετρίας ἀνέμων |
840 | ἡδυπνόους αὔρας· αἰεὶ δ᾽ ἐπιβαλλομένανχαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέωντᾶι Σοφίαι παρέδρους πέμπειν Ἔρωτας, |
845 | παντοίας ἀρετᾶς ξυνεργούς.
{στρ.} πῶς οὖν ἱερῶν ποταμῶνἢ πόλις ἢ φίλωνπόμπιμός σε χώρατὰ παιδολέτειραν ἕξει, |
850 | τὰν οὐχ ὁσίαν μετ᾽ ἄλλων;σκέψαι τεκέων πλαγάν,σκέψαι φόνον οἶον αἴρηι.μή, πρὸς γονάτων σε πάντηπάντως ἱκετεύομεν, |
855 | τέκνα φονεύσηις.
{ἀντ.} πόθεν θράσος ἢ φρενὸς ἢχειρὶ τέκνων σέθενκαρδίαι τε λήψηιδεινὰν προσάγουσα τόλμαν; |
860 | πῶς δ᾽ ὄμματα προσβαλοῦσατέκνοις ἄδακρυν μοῖρανσχήσεις φόνου; οὐ δυνάσηι,παίδων ἱκετᾶν πιτνόντων,τέγξαι χέρα φοινίαν |
865 | τλάμονι θυμῶι. |