Euripides
485/84 - 406/05 a. Chr. n.
Μήδεια
663-823
|
|
____________________________________________________________________
|
|
Ἐπεισόδιον γʹ
ΑΙΓΕΥΣ ·Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιονκάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους. | |
665 | Μη. ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,Αἰγεῦ. πόθεν γῆς τῆσδ᾽ ἐπιστρωφᾶι πέδον;Αι. Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.Μη. τί δ᾽ ὀμφαλὸν γῆς θεσπιωιδὸν ἐστάλης;Αι. παίδων ἐρευνῶν σπέρμ᾽ ὅπως γένοιτό μοι. |
670 | Μη. πρὸς θεῶν – ἄπαις γὰρ δεῦρ᾽ ἀεὶ τείνεις βίον;Αι. ἄπαιδές ἐσμεν δαίμονός τινος τύχηι.Μη. δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν;Αι. οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.Μη. τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι; |
675 | Αι. σοφώτερ᾽ ἢ κατ᾽ ἄνδρα συμβαλεῖν ἔπη.Μη. θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;Αι. μάλιστ᾽, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.Μη. τί δῆτ᾽ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.Αι. ἀσκοῦ με τὸν προὔχοντα μὴ λῦσαι πόδα – |
680 | Μη. πρὶν ἂν τί δράσηις ἢ τίν᾽ ἐξίκηι χθόνα;Αι. πρὶν ἂν πατρώιαν αὖθις ἑστίαν μόλω.Μη. σὺ δ᾽ ὡς τί χρήιζων τήνδε ναυστολεῖς χθόνα;Αι. Πιτθεύς τις ἔστι, γῆς ἄναξ Τροζηνίας ...Μη. παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος. |
685 | Αι. τούτωι θεοῦ μάντευμα κοινῶσαι θέλω.Μη. σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.Αι. κἀμοί γε πάντων φίλτατος δορυξένων.Μη. ἀλλ᾽ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾶις.Αι. τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ᾽ ὅδε; |
690 | Μη. Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.Αι. τί φήις; σαφῶς μοι σὰς φράσον δυσθυμίας.Μη. ἀδικεῖ μ᾽ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.Αι. τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.Μη. γυναῖκ᾽ ἐφ᾽ ἡμῖν δεσπότιν δόμων ἔχει. |
695 | Αι. οὔ που τετόλμηκ᾽ ἔργον αἴσχιστον τόδε;Μη. σάφ᾽ ἴσθ᾽· ἄτιμοι δ᾽ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.Αι. πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;Μη. μέγαν γ᾽ ἔρωτα· πιστὸς οὐκ ἔφυ φίλοις.Αι. ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός. |
700 | Μη. ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.Αι. δίδωσι δ᾽ αὐτῶι τίς; πέραινέ μοι λόγον.Μη. Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.Αι. συγγνωστὰ μέν τἄρ᾽ ἦν σε λυπεῖσθαι, γύναι.Μη. ὄλωλα· καὶ πρός γ᾽ ἐξελαύνομαι χθονός. |
705 | Αι. πρὸς τοῦ; τόδ᾽ ἄλλο καινὸν αὖ λέγεις κακόν.Μη. Κρέων μ᾽ ἐλαύνει φυγάδα γῆς Κορινθίας.Αι. ἐᾶι δ᾽ Ἰάσων; οὐδὲ ταῦτ᾽ ἐπήινεσα.Μη. λόγωι μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.ἀλλ᾽ ἄντομαί σε τῆσδε πρὸς γενειάδος |
710 | γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι,οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονακαὶ μή μ᾽ ἔρημον ἐκπεσοῦσαν εἰσίδηις,δέξαι δὲ χώραι καὶ δόμοις ἐφέστιον.οὕτως ἔρως σοι πρὸς θεῶν τελεσφόρος |
715 | γένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις.εὕρημα δ᾽ οὐκ οἶσθ᾽ οἷον ηὕρηκας τόδε·παύσω γέ σ᾽ ὄντ᾽ ἄπαιδα καὶ παίδων γονὰςσπεῖραί σε θήσω· τοιάδ᾽ οἶδα φάρμακα.Αι. πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν, |
720 | γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,ἔπειτα παίδων ὧν ἐπαγγέλληι γονάς·ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.οὕτω δ᾽ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,πειράσομαί σου προξενεῖν δίκαιος ὤν. |
725 | τοσόν γε μέντοι σοι προσημαίνω, γύναι·ἐκ τῆσδε μὲν γῆς οὔ σ᾽ ἄγειν βουλήσομαι,αὐτὴ δ᾽ ἐάνπερ εἰς ἐμοὺς ἔλθηις δόμους,μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.ἐκ τῆσδε δ᾽ αὐτὴ γῆς ἀπαλλάσσου πόδα· |
730 | ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.Μη. ἔσται τάδ᾽· ἀλλὰ πίστις εἰ γένοιτό μοιτούτων, ἔχοιμ᾽ ἂν πάντα πρὸς σέθεν καλῶς.Αι. μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;Μη. πέποιθα· Πελίου δ᾽ ἐχθρός ἐστί μοι δόμος |
735 | Κρέων τε. τούτοις δ᾽ ὁρκίοισι μὲν ζυγεὶςἄγουσιν οὐ μεθεῖ᾽ ἂν ἐκ γαίας ἐμέ·λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτοςφίλος γένοι᾽ ἂν κἀπὶ κηρυκεύμασινοὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ, |
740 | τοῖς δ᾽ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.Αι. πολλὴν ἔλεξας, ὦ γύναι, προμηθίαν·ἀλλ᾽, εἰ δοκεῖ σοι, δρᾶν τάδ᾽ οὐκ ἀφίσταμαι.ἐμοί τε γὰρ τάδ᾽ ἐστὶν ἀσφαλέστατα,σκῆψίν τιν᾽ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι, |
745 | τὸ σόν τ᾽ ἄραρε μᾶλλον. ἐξηγοῦ θεούς.Μη. ὄμνυ πέδον Γῆς, πατέρα θ᾽ Ἥλιον πατρὸςτοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος.Αι. τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.Μη. μήτ᾽ αὐτὸς ἐκ γῆς σῆς ἔμ᾽ ἐκβαλεῖν ποτε, |
750 | μήτ᾽ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγεινχρήιζηι, μεθήσειν ζῶν ἑκουσίωι τρόπωι.Αι. ὄμνυμι Γαῖαν λαμπρὸν Ἡλίου τε φῶςθεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.Μη. ἀρκεῖ· τί δ᾽ ὅρκωι τῶιδε μὴ ᾽μμένων πάθοις; |
755 | Αι. ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.Μη. χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.κἀγὼ πόλιν σὴν ὡς τάχιστ᾽ ἀφίξομαι,πράξασ᾽ ἃ μέλλω καὶ τυχοῦσ᾽ ἃ βούλομαι.Χο. ἀλλά σ᾽ ὁ Μαίας πομπαῖος ἄναξ |
760 | πελάσειε δόμοις, ὧν τ᾽ ἐπίνοιανσπεύδεις κατέχων πράξειας, ἐπεὶγενναῖος ἀνήρ,Αἰγεῦ, παρ᾽ ἐμοὶ δεδόκησαι.
Μη. ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς, |
765 | νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν·νῦν [δ᾽] ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.οὗτος γὰρ ἁνὴρ ἧι μάλιστ᾽ ἐκάμνομενλιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων· |
770 | ἐκ τοῦδ᾽ ἀναψόμεσθα πρυμνήτην κάλων,μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.ἤδη δὲ πάντα τἀμά σοι βουλεύματαλέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.πέμψασ᾽ ἐμῶν τιν᾽ οἰκετῶν Ἰάσονα |
775 | ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι·μολόντι δ᾽ αὐτῶι μαλθακοὺς λέξω λόγους,ὡς καὶ δοκεῖ μοι ταῦτα, καὶ καλῶς ἔχεινγάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει·καὶ ξύμφορ᾽ εἶναι καὶ καλῶς ἐγνωσμένα. |
780 | παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,οὐχ ὡς λιποῦσ᾽ ἂν πολεμίας ἐπὶ χθονὸςἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,ἀλλ᾽ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.πέμψω γὰρ αὐτοὺς δῶρ᾽ ἔχοντας ἐν χεροῖν, |
785 | νύμφηι φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῆι χροΐ,κακῶς ὀλεῖται πᾶς θ᾽ ὃς ἂν θίγηι κόρης·τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα. |
790 | ἐνταῦθα μέντοι τόνδ᾽ ἀπαλλάσσω λόγον·ὤιμωξα δ᾽ οἷον ἔργον ἔστ᾽ ἐργαστέοντοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶτἄμ᾽. οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·δόμον τε πάντα συγχέασ᾽ Ἰάσονος |
795 | ἔξειμι γαίας, φιλτάτων παίδων φόνονφεύγουσα καὶ τλᾶσ᾽ ἔργον ἀνοσιώτατον.οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶςοὔτ᾽ οἶκος ἔστιν οὔτ᾽ ἀποστροφὴ κακῶν. |
800 | ἡμάρτανον τόθ᾽ ἡνίκ᾽ ἐξελίμπανονδόμους πατρώιους, ἀνδρὸς Ἕλληνος λόγοιςπεισθεῖσ᾽, ὃς ἡμῖν σὺν θεῶι τείσει δίκην.οὔτ᾽ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτεζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου |
805 | νύμφης τεκνώσει παῖδ᾽, ἐπεὶ κακῶς κακὴνθανεῖν σφ᾽ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.μηδείς με φαύλην κἀσθενῆ νομιζέτωμηδ᾽ ἡσυχαίαν ἀλλὰ θατέρου τρόπου,βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ· |
810 | τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.Χο. ἐπείπερ ἡμῖν τόνδ᾽ ἐκοίνωσας λόγον,σέ τ᾽ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶνξυλλαμβάνουσα, δρᾶν σ᾽ ἀπεννέπω τάδε.Μη. οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν |
815 | τάδ᾽ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς.Χο. ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;Μη. οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.Χο. σὺ δ᾽ ἂν γένοιό γ᾽ ἀθλιωτάτη γυνή.Μη. ἴτω· περισσοὶ πάντες οὑν μέσωι λόγοι. |
820 | ἀλλ᾽ εἶα χώρει καὶ κόμιζ᾽ Ἰάσονα·ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα.λέξηις δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ᾽ ἔφυς. |