Euripides
485/84 - 406/05 a. Chr. n.
Μήδεια
627-662
|
|
____________________________________________________________________
|
|
Στάσιμον βʹ
{στρ.} Χο. ἔρωτες ὑπὲρ μὲν ἄγανἐλθόντες οὐκ εὐδοξίανοὐδ᾽ ἀρετὰν παρέδωκαν | |
630 | ἀνδράσιν· εἰ δ᾽ ἅλις ἔλθοιΚύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.μήποτ᾽, ὦ δέσποιν᾽, ἐπ᾽ ἐμοὶ χρυσέων τόξων ἐφείηςἱμέρωι χρίσασ᾽ ἄφυκτον οἰστόν.
|
635 | {ἀντ.} στέργοι δέ με σωφροσύνα,δώρημα κάλλιστον θεῶν·μηδέ ποτ᾽ ἀμφιλόγους ὀρ-γὰς ἀκόρεστά τε νείκηθυμὸν ἐκπλήξασ᾽ ἑτέροις ἐπὶ λέκτροις |
640 | προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ᾽ εὐνὰς σεβίζουσ᾽ὀξύφρων κρίνοι λέχη γυναικῶν.
{στρ.} ὦ πατρίς, ὦ δώματα, μὴδῆτ᾽ ἄπολις γενοίμαν |
645 | τὸν ἀμηχανίας ἔχουσαδυσπέρατον αἰῶν᾽,οἰκτρότατον ἀχέων.θανάτωι θανάτωι πάρος δαμείηνἁμέραν τάνδ᾽ ἐξανύσασα· μό- |
650 | χθων δ᾽ οὐκ ἄλλος ὕπερθεν ἢγᾶς πατρίας στέρεσθαι.
{ἀντ.} εἴδομεν, οὐκ ἐξ ἑτέρωνμῦθον ἔχω φράσασθαι· |
655 | σὲ γὰρ οὐ πόλις, οὐ φίλων τιςὤικτισεν παθοῦσανδεινότατα παθέων.ἀχάριστος ὄλοιθ᾽, ὅτωι πάρεστιν |
660 | μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί-ξαντα κλῆιδα φρενῶν· ἐμοὶμὲν φίλος οὔποτ᾽ ἔσται. |