Euripides
485/84 - 406/05 a. Chr. n.
Μήδεια
446-626
|
|
____________________________________________________________________
|
|
Ἐπεισόδιον βʹ
ΙΑΣΩΝ ·οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκιςτραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχεινκούφως φερούσηι κρεισσόνων βουλεύματα, | |
450 | λόγων ματαίων οὕνεκ᾽ ἐκπεσῆι χθονός.κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσηι ποτὲλέγουσ᾽ Ἰάσον᾽ ὡς κάκιστός ἐστ᾽ ἀνήρ·ἃ δ᾽ ἐς τυράννους ἐστί σοι λελεγμένα,πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῆι. |
455 | κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένωνὀργὰς ἀφήιρουν καί σ᾽ ἐβουλόμην μένειν·σὺ δ᾽ οὐκ ἀνίεις μωρίας, λέγουσ᾽ ἀεὶκακῶς τυράννους· τοιγὰρ ἐκπεσῆι χθονός.ὅμως δὲ κἀκ τῶνδ᾽ οὐκ ἀπειρηκὼς φίλοις |
460 | ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι,ὡς μήτ᾽ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσηιςμήτ᾽ ἐνδεής του· πόλλ᾽ ἐφέλκεται φυγὴκακὰ ξὺν αὑτῆι. καὶ γὰρ εἰ σύ με στυγεῖς,οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε. |
465 | Μη. ὦ παγκάκιστε, τοῦτο γάρ σ᾽ εἰπεῖν ἔχωγλώσσηι μέγιστον εἰς ἀνανδρίαν κακόν·ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς;[θεοῖς τε κἀμοὶ παντί τ᾽ ἀνθρώπων γένει;]οὔτοι θράσος τόδ᾽ ἐστὶν οὐδ᾽ εὐτολμία, |
470 | φίλους κακῶς δράσαντ᾽ ἐναντίον βλέπειν,ἀλλ᾽ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσωνπασῶν, ἀναίδει᾽· εὖ δ᾽ ἐποίησας μολών·ἐγώ τε γὰρ λέξασα κουφισθήσομαιψυχὴν κακῶς σὲ καὶ σὺ λυπήσηι κλύων. |
475 | ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.ἔσωισά σ᾽, ὡς ἴσασιν Ἑλλήνων ὅσοιταὐτὸν συνεισέβησαν Ἀργῶιον σκάφος,πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτηνζεύγληισι καὶ σπεροῦντα θανάσιμον γύην· |
480 | δράκοντά θ᾽, ὃς πάγχρυσον ἀμπέχων δέροςσπείραις ἔσωιζε πολυπλόκοις ἄυπνος ὤν,κτείνασ᾽ ἀνέσχον σοι φάος σωτήριον.αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ᾽ ἐμοὺςτὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην |
485 | σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα·Πελίαν τ᾽ ἀπέκτειν᾽, ὥσπερ ἄλγιστον θανεῖν,παίδων ὕπ᾽ αὐτοῦ, πάντα τ᾽ ἐξεῖλον φόβον.καὶ ταῦθ᾽ ὑφ᾽ ἡμῶν, ὦ κάκιστ᾽ ἀνδρῶν, παθὼνπρούδωκας ἡμᾶς, καινὰ δ᾽ ἐκτήσω λέχη |
490 | παίδων γεγώτων· εἰ γὰρ ἦσθ᾽ ἄπαις ἔτι,συγγνώστ᾽ ἂν ἦν σοι τοῦδ᾽ ἐρασθῆναι λέχους.ὅρκων δὲ φρούδη πίστις, οὐδ᾽ ἔχω μαθεῖνἦ θεοὺς νομίζεις τοὺς τότ᾽ οὐκ ἄρχειν ἔτι,ἢ καινὰ κεῖσθαι θέσμι᾽ ἀνθρώποις τὰ νῦν, |
495 | ἐπεὶ σύνοισθά γ᾽ εἰς ἔμ᾽ οὐκ εὔορκος ὤν.φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ᾽ ἐλαμβάνου,καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρώισμεθακακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ᾽ ἡμάρτομεν.ἄγ᾽· ὡς φίλωι γὰρ ὄντι σοι κοινώσομαι |
500 | – δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς;ὅμως δ᾽· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῆι –·νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ᾽ ἂν οὖν |
505 | δέξαιντό μ᾽ οἴκοις ὦν πατέρα κατέκτανον.ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοιςἐχθρὰ καθέστηχ᾽, οὓς δέ μ᾽ οὐκ ἐχρῆν κακῶςδρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων |
510 | ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σεἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν᾽ ἐγώ,εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις,καλόν γ᾽ ὄνειδος τῶι νεωστὶ νυμφίωι, |
515 | πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ᾽ ἔσωισά σε.ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ἦιτεκμήρι᾽ ἀνθρώποισιν ὤπασας σαφῆ,ἀνδρῶν δ᾽ ὅτωι χρὴ τὸν κακὸν διειδέναι,οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι; |
520 | Χο. δεινή τις ὀργὴ καὶ δυσίατος πέλει,ὅταν φίλοι φίλοισι συμβάλωσ᾽ ἔριν.Ια. δεῖ μ᾽, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν,ἀλλ᾽ ὥστε ναὸς κεδνὸν οἰακοστρόφονἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν |
525 | τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν.ἐγὼ δ᾽, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν,Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίαςσώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.σοὶ δ᾽ ἔστι μὲν νοῦς λεπτός· ἀλλ᾽ ἐπίφθονος |
530 | λόγος διελθεῖν, ὡς Ἔρως σ᾽ ἠνάγκασετόξοις ἀφύκτοις τοὐμὸν ἐκσῶισαι δέμας.ἀλλ᾽ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν·ὅπηι γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει.μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας |
535 | εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω.πρῶτον μὲν Ἑλλάδ᾽ ἀντὶ βαρβάρου χθονὸςγαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαινόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·πάντες δέ σ᾽ ἤισθοντ᾽ οὖσαν Ἕλληνες σοφὴν |
540 | καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ᾽ ἐσχάτοιςὅροισιν ὤικεις, οὐκ ἂν ἦν λόγος σέθεν.εἴη δ᾽ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοιςμήτ᾽ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος,εἰ μὴ ᾽πίσημος ἡ τύχη γένοιτό μοι. |
545 | τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέριἔλεξ᾽· ἅμιλλαν γὰρ σὺ προὔθηκας λόγων.ἃ δ᾽ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας,ἐν τῶιδε δείξω πρῶτα μὲν σοφὸς γεγώς,ἔπειτα σώφρων, εἶτά σοι μέγας φίλος |
550 | καὶ παισὶ τοῖς ἐμοῖσιν – ἀλλ᾽ ἔχ᾽ ἥσυχος.ἐπεὶ μετέστην δεῦρ᾽ Ἰωλκίας χθονὸςπολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,τί τοῦδ᾽ ἂν εὕρημ᾽ ηὗρον εὐτυχέστερονἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς; |
555 | οὐχ, ἧι σὺ κνίζηι, σὸν μὲν ἐχθαίρων λέχος,καινῆς δὲ νύμφης ἱμέρωι πεπληγμένος,οὐδ᾽ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων·ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι·ἀλλ᾽ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς |
560 | καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτιπένητα φεύγει πᾶς τις ἐκποδὼν φίλον,παῖδας δὲ θρέψαιμ᾽ ἀξίως δόμων ἐμῶνσπείρας τ᾽ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοιςἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος |
565 | εὐδαιμονοῖμην σοί τε γὰρ παίδων τί δεῖ;ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοιςτὰ ζῶντ᾽ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;οὐδ᾽ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.ἀλλ᾽ ἐς τοσοῦτον ἥκεθ᾽ ὥστ᾽ ὀρθουμένης |
570 | εὐνῆς γυναῖκες πάντ᾽ ἔχειν νομίζετε,ἢν δ᾽ αὖ γένηται ξυμφορά τις ἐς λέχος,τὰ λῶιστα καὶ κάλλιστα πολεμιώτατατίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺςπαῖδας τεκνοῦσθαι, θῆλυ δ᾽ οὐκ εἶναι γένος· |
575 | χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.Χο. Ἰᾶσον, εὖ μὲν τούσδ᾽ ἐκόσμησας λόγους·ὅμως δ᾽ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ,δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.Μη. ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν. |
580 | ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγεινπέφυκε, πλείστην ζημίαν ὀφλισκάνει·γλώσσηι γὰρ αὐχῶν τἄδικ᾽ εὖ περιστελεῖν,τολμᾶι πανουργεῖν· ἔστι δ᾽ οὐκ ἄγαν σοφός.ὡς καὶ σύ· μή νυν εἰς ἔμ᾽ εὐσχήμων γένηι |
585 | λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ᾽ ἔπος·χρῆν σ᾽, εἴπερ ἦσθα μὴ κακός, πείσαντά μεγαμεῖν γάμον τόνδ᾽, ἀλλὰ μὴ σιγῆι φίλων.Ια. καλῶς γ᾽ ἄν οὖν σὺ τῶιδ᾽ ὑπηρέτεις λόγωι,εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν |
590 | τολμᾶις μεθεῖναι καρδίας μέγαν χόλον.Μη. οὐ τοῦτό σ᾽ εἶχεν, ἀλλὰ βάρβαρον λέχοςπρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.Ια. εὖ νυν τόδ᾽ ἴσθι, μὴ γυναικὸς οὕνεκαγῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω, |
595 | ἀλλ᾽, ὥσπερ εἶπον καὶ πάρος, σῶσαι θέλωνσέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρουςφῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι.Μη. μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίοςμηδ᾽ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα. |
600 | Ια. οἶσθ᾽ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῆι;τὰ χρηστὰ μή σοι λυπρὰ φαινέσθω ποτέ,μηδ᾽ εὐτυχοῦσα δυστυχὴς εἶναι δόκει.Μη. ὕβριζ᾽, ἐπειδὴ σοὶ μὲν ἔστ᾽ ἀποστροφή,ἐγὼ δ᾽ ἔρημος τήνδε φευξοῦμαι χθόνα. |
605 | Ια. αὐτὴ τάδ᾽ εἵλου· μηδέν᾽ ἄλλον αἰτιῶ.Μη. τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;Ια. ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.Μη. καὶ σοῖς ἀραία γ᾽ οὖσα τυγχάνω δόμοις.Ια. ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα. |
610 | ἀλλ᾽, εἴ τι βούληι παισὶν ἢ σαυτῆς φυγῆιπροσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,λέγ᾽· ὡς ἕτοιμος ἀφθόνωι δοῦναι χερὶξένοις τε πέμπειν σύμβολ᾽, οἳ δράσουσί σ᾽ εὖ.καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι· |
615 | λήξασα δ᾽ ὀργῆς κερδανεῖς ἀμείνονα.Μη. οὔτ᾽ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ᾽ ἂν,οὔτ᾽ ἄν τι δεξαίμεσθα, μηδ᾽ ἡμῖν δίδου·κακοῦ γὰρ ἀνδρὸς δῶρ᾽ ὄνησιν οὐκ ἔχει.Ια. ἀλλ᾽ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι, |
620 | ὡς πάνθ᾽ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω·σοὶ δ᾽ οὐκ ἀρέσκει τἀγάθ᾽, ἀλλ᾽ αὐθαδίαιφίλους ἀπωθῆι· τοιγὰρ ἀλγυνῆι πλέον.Μη. χώρει· πόθωι γὰρ τῆς νεοδμήτου κόρηςαἱρῆι χρονίζων δωμάτων ἐξώπιος. |
625 | νύμφευ᾽· ἴσως γάρ – σὺν θεῶι δ᾽ εἰρήσεται –γαμεῖς τοιοῦτον ὥστε ἀρνεῖσθαι γάμον. |