Euripides
485/84 - 406/05 a. Chr. n.
Μήδεια
410-445
|
|
____________________________________________________________________
|
|
Στάσιμον αʹ
| |
410 | {στρ.} Χο. ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί,καὶ δίκα καὶ πάντα πάλιν στρέφεται.ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ᾽οὐκέτι πίστις ἄραρε· |
415 | τὰν δ᾽ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι·ἔρχεται τιμὰ γυναικείωι γένει· |
420 | οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει.
{ἀντ.} μοῦσαι δὲ παλαιγενέων λήξουσ᾽ ἀοιδῶντὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.οὐ γὰρ ἐν ἁμετέραι γνώμαι λύρας |
425 | ὤπασε θέσπιν ἀοιδὰνΦοῖβος ἁγήτωρ μελέων· ἐπεὶ ἀντάχησ᾽ ἂν ὕμνονἀρσένων γένναι. μακρὸς δ᾽ αἰὼν ἔχει |
430 | πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν.
{στρ.} σὺ δ᾽ ἐκ μὲν οἴκων πατρίων ἔπλευσαςμαινομέναι κραδίαι, διδύμους ὁρίσασα πόντουπέτρας· ἐπὶ δὲ ξέναι |
435 | ναίεις χθονί, τᾶς ἀνάνδρουκοίτας ὀλέσασα λέκτρον,τάλαινα, φυγὰς δὲ χώραςἄτιμος ἐλαύνηι.
{ἀντ.} βέβακε δ᾽ ὅρκων χάρις, οὐδ᾽ ἔτ᾽ αἰδὼς |
440 | Ἑλλάδι τᾶι μεγάλαι μένει, αἰθερία δ᾽ ἀνέπτα.σοὶ δ᾽ οὔτε πατρὸς δόμοι,δύστανε, μεθορμίσασθαιμόχθων πάρα, σῶν τε λέκτρωνἄλλα βασίλεια κρείσσων |
445 | δόμοισιν ἐπέστα. |