Euripides
485/84 - 406/05 a. Chr. n.
Μήδεια
214-409
|
|
____________________________________________________________________
|
|
Ἐπεισόδιον αʹ
Μη. Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων, | |
215 | μή μοί τι μέμψησθ᾽· οἶδα γὰρ πολλοὺς βροτῶνσεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,τοὺς δ᾽ ἐν θυραίοις· οἱ δ᾽ ἀφ᾽ ἡσύχου ποδὸςδύσκλειαν ἐκτήσαντο καὶ ῥαιθυμίαν.δίκη γὰρ οὐκ ἔνεστ᾽ ἐν ὀφθαλμοῖς βροτῶν, |
220 | ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶςστυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος.χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει·οὐδ᾽ ἀστὸν ἤινεσ᾽ ὅστις αὐθαδὴς γεγὼςπικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο. |
225 | ἐμοὶ δ᾽ ἄελπτον πρᾶγμα προσπεσὸν τόδεψυχὴν διέφθαρκ᾽· οἴχομαι δὲ καὶ βίουχάριν μεθεῖσα κατθανεῖν χρήιζω, φίλαι.ἐν ὧι γὰρ ἦν μοι πάντα γιγνώσκω καλῶς,κάκιστος ἀνδρῶν ἐκβέβηχ᾽ οὑμὸς πόσις. |
230 | πάντων δ᾽ ὅσ᾽ ἔστ᾽ ἔμψυχα καὶ γνώμην ἔχειγυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῆιπόσιν πρίασθαι, δεσπότην τε σώματοςλαβεῖν· κακοῦ γὰρ τοῦτ᾽ ἔτ᾽ ἄλγιον κακόν. |
235 | κἀν τῶιδ᾽ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖνἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶγυναιξὶν οὐδ᾽ οἷόν τ᾽ ἀνήνασθαι πόσιν.ἐς καινὰ δ᾽ ἤθη καὶ νόμους ἀφιγμένηνδεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν, |
240 | οἵτωι μάλιστα χρήσεται ξυνευνέτηι.κἂν μὲν τάδ᾽ ἡμῖν ἐκπονουμέναισιν εὖπόσις ξυνοικῆι μὴ βίαι φέρων ζυγόν,ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.ἀνὴρ δ᾽, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών, |
245 | ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσηςἢ πρὸς φίλον τιν᾽ ἢ πρὸς ἥλικα τραπείς·ἡμῖν δ᾽ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.λέγουσι δ᾽ ἡμᾶς ὡς ἀκίνδυνον βίονζῶμεν κατ᾽ οἴκους, οἳ δὲ μάρνανται δορί· |
250 | κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ᾽ ἀσπίδαστῆναι θέλοιμ᾽ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.ἀλλ᾽ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ᾽ ἥκει λόγος·σοὶ μὲν πόλις θ᾽ ἥδ᾽ ἐστὶ καὶ πατρὸς δόμοιβίου τ᾽ ὄνησις καὶ φίλων συνουσία, |
255 | ἐγὼ δ᾽ ἔρημος ἄπολις οὖσ᾽ ὑβρίζομαιπρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λεληισμένη,οὐ μητέρ᾽, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆμεθορμίσασθαι τῆσδ᾽ ἔχουσα συμφορᾶς.τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι, |
260 | ἤν μοι πόρος τις μηχανή τ᾽ ἐξευρεθῆιπόσιν δίκην τῶνδ᾽ ἀντιτείσασθαι κακῶν,τὸν δόντα τ᾽ αὐτῶι θυγατέρ᾽ ἥν τ᾽ ἐγήματο,σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέακακή τ᾽ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν· |
265 | ὅταν δ᾽ ἐς εὐνὴν ἠδικημένη κυρῆι,οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.Χο. δράσω τάδ᾽· ἐνδίκως γὰρ ἐκτείσηι πόσιν,Μήδεια. πενθεῖν δ᾽ οὔ σε θαυμάζω τύχας.ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ᾽ ἄνακτα γῆς, |
270 | στείχοντα, καινῶν ἄγγελον βουλευμάτων.
ΚΡΕΩΝ ·σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,Μήδειαν εἶπον τῆσδε γῆς ἔξω περᾶνφυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῆι τέκνα,καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου |
275 | τοῦδ᾽ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν,πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.Μη. αἰαῖ· πανώλης ἡ τάλαιν᾽ ἀπόλλυμαι.ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις. |
280 | ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ᾽ ὅμως·τίνος μ᾽ ἕκατι γῆς ἀποστέλλεις, Κρέον;Κρ. δέδοικά σ᾽ – οὐδὲν δεῖ παραμπίσχειν λόγους –μή μοί τι δράσηις παῖδ᾽ ἀνήκεστον κακόν.συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος· |
285 | σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις,λυπῆι δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.κλύω δ᾽ ἀπειλεῖν σ᾽, ὡς ἀπαγγέλλουσί μοι,τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένηνδράσειν τι. ταῦτ᾽ οὖν πρὶν παθεῖν φυλάξομαι. |
290 | κρεῖσσον δέ μοι νῦν πρὸς σ᾽ ἀπεχθέσθαι, γύναι,ἢ μαλθακισθένθ᾽ ὕστερον μέγα στένειν.Μη. φεῦ φεῦ.οὐ νῦν με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον,ἔβλαψε δόξα μεγάλα τ᾽ εἴργασται κακά.χρὴ δ᾽ οὔποθ᾽ ὅστις ἀρτίφρων πέφυκ᾽ ἀνὴρ |
295 | παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς·χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίαςφθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰδόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι· |
300 | τῶν δ᾽ αὖ δοκούντων εἰδέναι τι ποικίλονκρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῆι.ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης.σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ᾽ ἐπίφθονος,τοῖς δ᾽ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου, |
305 | τοῖς δ᾽ αὖ προσάντης· εἰμὶ δ᾽ οὐκ ἄγαν σοφή.σὺ δ᾽ οὖν φοβῆι με, μὴ τί πλημμελὲς πάθηις;οὐχ ὧδ᾽ ἔχει μοι – μὴ τρέσηις ἡμᾶς, Κρέον –ὥστ᾽ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.σὺ γὰρ τί μ᾽ ἠδίκηκας; ἐξέδου κόρην |
310 | ὅτωι σε θυμὸς ἦγεν. ἀλλ᾽ ἐμὸν πόσινμισῶ· σὺ δ᾽, οἶμαι, σωφρονῶν ἔδρας τάδε.καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·νυμφεύετ᾽, εὖ πράσσοιτε· τήνδε δὲ χθόναἐᾶτέ μ᾽ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι |
315 | σιγησόμεσθα, κρεισσόνων νικώμενοι.Κρ. λέγεις ἀκοῦσαι μαλθάκ᾽, ἀλλ᾽ ἔσω φρενῶνὀρρωδία μοι μή τι βουλεύηις κακόν,τοσῶιδε δ᾽ ἧσσον ἢ πάρος πέποιθά σοι·γυνὴ γὰρ ὀξύθυμος, ὡς δ᾽ αὔτως ἀνήρ, |
320 | ῥάιων φυλάσσειν ἢ σιωπηλὸς σοφός.ἀλλ᾽ ἔξιθ᾽ ὡς τάχιστα, μὴ λόγους λέγε·ὡς ταῦτ᾽ ἄραρε κοὐκ ἔχεις τέχνην ὅπωςμενεῖς παρ᾽ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.Μη. μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης. |
325 | Κρ. λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ.Μη. ἀλλ᾽ ἐξελᾶις με κοὐδὲν αἰδέσηι λιτάς;Κρ. φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.Μη. ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.Κρ. πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ. |
330 | Μη. φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.Κρ. ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.Μη. Ζεῦ, μὴ λάθοι σε τῶνδ᾽ ὃς αἴτιος κακῶν.Κρ. ἕρπ᾽, ὦ ματαία, καί μ᾽ ἀπάλλαξον πόνων.Μη. πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα. |
335 | Κρ. τάχ᾽ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσηι βίαι.Μη. μὴ δῆτα τοῦτό γ᾽, ἀλλά σ᾽ αἰτοῦμαι, Κρέον.Κρ. ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι.Μη. φευξούμεθ᾽· οὐ τοῦθ᾽ ἱκέτευσά σου τυχεῖν.Κρ. τί δαὶ βιάζηι κοὐκ ἀπαλλάσσηι χθονός; |
340 | Μη. μίαν με μεῖναι τήνδ᾽ ἔασον ἡμέρανκαὶ ξυμπερᾶναι φροντίδ᾽ ἧι φευξούμεθα,παισίν τ᾽ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴροὐδὲν προτιμᾶι μηχανήσασθαι τέκνοις.οἴκτιρε δ᾽ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ |
345 | πέφυκας· εἰκὸς δέ σφιν εὔνοιάν σ᾽ ἔχειν.τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα,κείνους δὲ κλαίω συμφορᾶι κεχρημένους.Κρ. ἥκιστα τοὐμὸν λῆμ᾽ ἔφυ τυραννικόν,αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα· |
350 | καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι,ὅμως δὲ τεύξηι τοῦδε· προυννέπω δέ σοι,εἴ σ᾽ ἡ ᾽πιοῦσα λαμπὰς ὄψεται θεοῦκαὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός,θανῆι· λέλεκται μῦθος ἀψευδὴς ὅδε. |
355 | νῦν δ᾽, εἰ μένειν δεῖ, μίμν᾽ ἐφ᾽ ἡμέραν μίαν·οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ᾽ ἔχει.Χο. [δύστανε γύναι,]φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων.ποῖ ποτε τρέψηι; τίνα πρὸς ξενίαν; |
360 | ἢ δόμον ἢ χθόνα σωτῆρα κακῶνἐξευρήσεις;ὡς εἰς ἄπορόν σε κλύδωνα θεός,Μήδεια, κακῶν ἐπόρευσε.
Μη. κακῶς πέπρακται πανταχῆι· τίς ἀντερεῖ; |
365 | ἀλλ᾽ οὔτι ταύτηι ταῦτα, μὴ δοκεῖτέ πω.ἔτ᾽ εἴσ᾽ ἀγῶνες τοῖς νεωστὶ νυμφίοιςκαὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε,εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην; |
370 | οὐδ᾽ ἂν προσεῖπον οὐδ᾽ ἂν ἡψάμην χεροῖν.ὁ δ᾽ ἐς τοσοῦτον μωρίας ἀφίκετο,ὥστ᾽ ἐξὸν αὐτῶι τἄμ᾽ ἑλεῖν βουλεύματαγῆς ἐκβαλόντι, τήνδ᾽ ἐφῆκεν ἡμέρανμεῖναί μ᾽, ἐν ἧι τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς |
375 | θήσω, πατέρα τε καὶ κόρην πόσιν τ᾽ ἐμόν.πολλὰς δ᾽ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,οὐκ οἶδ᾽ ὁποίαι πρῶτον ἐγχειρῶ, φίλαι,πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,ἢ θηκτὸν ὤσω φάσγανον δι᾽ ἥπατος, |
380 | σιγῆι δόμους ἐσβᾶσ᾽, ἵν᾽ ἔστρωται λέχος.ἀλλ᾽ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαιδόμους ὑπερβαίνουσα καὶ τεχνωμένη,θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.κράτιστα τὴν εὐθεῖαν, ἧι πεφύκαμεν |
385 | σοφοὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.εἶἑν·καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύουςξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;οὐκ ἔστι. μείνασ᾽ οὖν ἔτι σμικρὸν χρόνον, |
390 | ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῆι,δόλωι μέτειμι τόνδε καὶ σιγῆι φόνον·ἢν δ᾽ ἐξελαύνηι ξυμφορά μ᾽ ἀμήχανος,αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,κτενῶ σφε, τόλμης δ᾽ εἶμι πρὸς τὸ καρτερόν. |
395 | οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβωμάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.πικροὺς δ᾽ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους, |
400 | πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.ἀλλ᾽ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι,Μήδεια, βουλεύουσα καὶ τεχνωμένη·ἕρπ᾽ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.ὁρᾶις ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ᾽ ὀφλεῖν |
405 | τοῖς Σισυφείοις τοῖς τ᾽ Ἰάσονος γάμοις,γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ᾽ ἄπο.ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμενγυναῖκες, ἐς μὲν ἔσθλ᾽ ἀμηχανώταται,κακῶν δὲ πάντων τέκτονες σοφώταται. |