Euripides
485/84 - 406/05 a. Chr. n.
Μήδεια
131-213
|
|
____________________________________________________________________
|
|
Πάροδος
ΧΟΡΟΣ ·ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰντᾶς δυστάνου Κολχίδος, οὐδέ πωἤπιος· ἀλλ᾽ ὦ γεραιά, | |
135 | λέξον· ἐπ᾽ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰνἔκλυον· οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσινδώματος, ἐπεί μοι φιλία κέκρανται.Τρ. οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ᾽ ἤδη. |
140 | τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων,ἃ δ᾽ ἐν θαλάμοις τάκει βιοτὰνδέσποινα, φίλων οὐδενὸς οὐδὲνπαραθαλπομένα φρένα μύθοις.Μη. αἰαῖ,διά μου κεφαλᾶς φλὸξ οὐρανία |
145 | βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος;φεῦ φεῦ· θανάτωι καταλυσαίμανβιοτὰν στυγερὰν προλιποῦσα.
{στρ.} Χο. ἄιες, ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς,ἀχὰν οἵαν ἁ δύστανος |
150 | μέλπει νύμφα;τίς σοί ποτε τᾶς ἀπλάτουκοίτας ἔρος, ὦ ματαία;σπεύσει θανάτου τελευτάν;μηδὲν τόδε λίσσου. |
155 | εἰ δὲ σὸς πόσιςκαινὰ λέχη σεβίζει,κείνωι τόδε μὴ χαράσσου·Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαντάκου δυρομένα σὸν εὐνάταν.
|
160 | Μη. ὦ μεγάλα Θέμι καὶ πότνι᾽ Ἄρτεμι,λεύσσεθ᾽ ἃ πάσχω, μεγάλοις ὅρκοιςἐνδησαμένα τὸν κατάρατονπόσιν; ὅν ποτ᾽ ἐγὼ νύμφαν τ᾽ ἐσίδοιμ᾽αὐτοῖς μελάθροις διακναιομένους, |
165 | οἷ᾽ ἐμὲ πρόσθεν τολμῶσ᾽ ἀδικεῖν.ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθηναἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.Τρ. κλύεθ᾽ οἷα λέγει κἀπιβοᾶταιΘέμιν εὐκταίαν Ζῆνά θ᾽, ὃς ὅρκων |
170 | θνητοῖς ταμίας νενόμισται;οὐκ ἔστιν ὅπως ἔν τινι μικρῶιδέσποινα χόλον καταπαύσει.
{ἀντ.} Χο. πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέρανἔλθοι μύθων τ᾽ αὐδαθέντων |
175 | δέξαιτ᾽ ὀμφάν;εἴ πως βαρύθυμον ὀργὰνκαὶ λῆμα φρενῶν μεθείη,μήτοι τό γ᾽ ἐμὸν πρόθυμονφίλοισιν ἀπέστω. |
180 | ἀλλὰ βᾶσά νινδεῦρο πόρευσον οἴκωνἔξω· φίλα καὶ τάδ᾽ αὔδα.σπεῦσον †πρίν τι† κακῶσαι τοὺς ἔσω·πένθος γὰρ μεγάλως τόδ᾽ ὁρμᾶται.
Τρ. δράσω τάδ᾽· ἀτὰρ φόβος εἰ πείσω |
185 | δέσποιναν ἐμήν·μόχθου δὲ χάριν τήνδ᾽ ἐπιδώσω.καίτοι τοκάδος δέργμα λεαίνηςἀποταυροῦται δμωσίν, ὅταν τιςμῦθον προφέρων πέλας ὁρμηθῆι. |
190 | σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺςτοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις,οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαιςἐπί τ᾽ εἰλαπίναις καὶ παρὰ δείπνοιςηὕροντο βίωι τερπνὰς ἀκοάς· |
195 | στυγίους δὲ βροτῶν οὐδεὶς λύπαςηὕρετο μούσηι καὶ πολυχόρδοιςὠιδαῖς παύειν, ἐξ ὧν θάνατοιδειναί τε τύχαι σφάλλουσι δόμους.καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι |
200 | μολπαῖσι βροτούς· ἵνα δ᾽ εὔδειπνοιδαῖτες, τί μάτην τείνουσι βοήν;τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ᾽ αὑτοῦδαιτὸς πλήρωμα βροτοῖσιν.
Χο. ἰαχὰν ἄιον πολύστονον γόων, |
205 | λιγυρὰ δ᾽ ἄχεα μογερὰ βοᾶιτὸν ἐν λέχει προδόταν κακόνυμφον·θεοκλυτεῖ δ᾽ ἄδικα παθοῦσατὰν Ζηνὸς ὁρκίαν Θέμιν,ἅ νιν ἔβασεν |
210 | Ἑλλάδ᾽ ἐς ἀντίπορονδι᾽ ἅλα νύχιον ἐφ᾽ ἁλμυρὰνπόντου κλῆιδ᾽ ἀπεράντον. |