BIBLIOTHECA AUGUSTANA

 

Euripides

485/84 - 406/05 a. Chr. n.

 

Μήδεια

 

1-130

 

____________________________________________________________________

 

 

 

 

Πρόλογος

 

ΤΡΟΦΟΣ ·

Εἴθ᾽ ὤφελ᾽ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος

Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,

μηδ᾽ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε

τμηθεῖσα πεύκη, μηδ᾽ ἐρετμῶσαι χέρας

5

ἀνδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέρος

Πελίαι μετῆλθον. οὐ γὰρ ἂν δέσποιν᾽ ἐμὴ

Μήδεια πύργους γῆς ἔπλευσ᾽ Ἰωλκίας

ἔρωτι θυμὸν ἐκπλαγεῖσ᾽ Ἰάσονος·

οὐδ᾽ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας

10

πατέρα κατώικει τήνδε γῆν Κορινθίαν

ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν

φυγῆι πολιτῶν ὧν ἀφίκετο χθόνα,

αὐτή τε πάντα ξυμφέρουσ᾽ Ἰάσονι·

ἥπερ μεγίστη γίγνεται σωτηρία,

15

ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῆι.

νῦν δ᾽ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.

προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ᾽ ἐμὴν

γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,

γήμας Κρέοντος παῖδ᾽, ὃς αἰσυμνᾶι χθονός·

20

Μήδεια δ᾽ ἡ δύστηνος ἠτιμασμένη

βοᾶι μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιᾶς,

πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται

οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.

κεῖται δ᾽ ἄσιτος, σῶμ᾽ ὑφεῖσ᾽ ἀλγηδόσι,

25

τὸν πάντα συντήκουσα δακρύοις χρόνον,

ἐπεὶ πρὸς ἀνδρὸς ἤισθετ᾽ ἠδικημένη,

οὔτ᾽ ὄμμ᾽ ἐπαίρουσ᾽ οὔτ᾽ ἀπαλλάσσουσα γῆς

πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος

κλύδων ἀκούει νουθετουμένη φίλων·

30

ἢν μή ποτε στρέψασα πάλλευκον δέρην

αὐτὴ πρὸς αὑτὴν πατέρ᾽ ἀποιμώξηι φίλον

καὶ γαῖαν οἴκους θ᾽, οὓς προδοῦσ᾽ ἀφίκετο

μετ᾽ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.

ἔγνωκε δ᾽ ἡ τάλαινα συμφορᾶς ὕπο

35

οἷον πατρώιας μὴ ἀπολείπεσθαι χθονός.

στυγεῖ δὲ παῖδας οὐδ᾽ ὁρῶσ᾽ εὐφραίνεται.

δέδοικα δ᾽ αὐτὴν μή τι βουλεύσηι νέον·

βαρεῖα γὰρ φρήν, οὐδ᾽ ἀνέξεται κακῶς

πάσχουσ᾽· ἐγὦιδα τήνδε, δειμαίνω τέ νιν

40

μὴ θηκτὸν ὤσηι φάσγανον δι᾽ ἥπατος,

σιγῆι δόμους ἐσβᾶσ᾽, ἵν᾽ ἔστρωται λέχος,

ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνηι,

κἄπειτα μείζω συμφορὰν λάβηι τινά.

δεινὴ γάρ· οὔτοι ῥαιδίως γε συμβαλὼν

45

ἔχθραν τις αὐτῆι καλλίνικον οἴσεται.

ἀλλ᾽ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι

στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι

κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.

 

ΠΑΙΔΑΓΩΓΟΣ ·

παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς,

50

τί πρὸς πύλαισι τήνδ᾽ ἄγουσ᾽ ἐρημίαν

ἕστηκας, αὐτὴ θρεομένη σαυτῆι κακά;

πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;

Τρ. τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,

χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν

55

κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται.

ἐγὼ γὰρ ἐς τοῦτ᾽ ἐκβέβηκ᾽ ἀλγηδόνος,

ὥσθ᾽ ἵμερός μ᾽ ὑπῆλθε γῆι τε κοὐρανῶι

λέξαι μολούσηι δεῦρο δεσποίνης τύχας.

Πα. οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;

60

Τρ. ζηλῶ σ᾽· ἐν ἀρχῆι πῆμα κοὐδέπω μεσοῖ.

Πα. ὦ μῶρος – εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·

ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.

Τρ. τί δ᾽ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι.

Πα. οὐδέν· μετέγνων καὶ τὰ πρόσθ᾽ εἰρημένα.

65

Τρ. μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν·

σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι.

Πα. ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,

πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοι

θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,

70

ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας

σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς

Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε

οὐκ οἶδα· βουλοίμην δ᾽ ἂν οὐκ εἶναι τόδε.

Τρ. καὶ ταῦτ᾽ Ἰάσων παῖδας ἐξανέξεται

75

πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;

Πα. παλαιὰ καινῶν λείπεται κηδευμάτων,

κοὐκ ἔστ᾽ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.

Τρ. ἀπωλόμεσθ᾽ ἄρ᾽, εἰ κακὸν προσοίσομεν

νέον παλαιῶι, πρὶν τόδ᾽ ἐξηντληκέναι.

80

Πα. ἀτὰρ σύ γ᾽ – οὐ γὰρ καιρὸς εἰδέναι τόδε

δέσποιναν – ἡσύχαζε καὶ σίγα λόγον.

Τρ. ὦ τέκν᾽, ἀκούεθ᾽ οἷος εἰς ὑμᾶς πατήρ;

ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ᾽ ἐμός·

ἀτὰρ κακός γ᾽ ὢν ἐς φίλους ἁλίσκεται.

85

Πα. τίς δ᾽ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,

ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,

οἱ μὲν δικαίως, οἱ δὲ καὶ κέρδους χάριν,

εἰ τούσδε γ᾽ εὐνῆς οὕνεκ᾽ οὐ στέργει πατήρ;

Τρ. ἴτ᾽ – εὖ γὰρ ἔσται – δωμάτων ἔσω, τέκνα.

90

σὺ δ᾽ ὡς μάλιστα τούσδ᾽ ἐρημώσας ἔχε

καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένηι.

ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην

τοῖσδ᾽, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται

χόλου, σάφ᾽ οἶδα, πρὶν κατασκῆψαί τινα.

95

ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.

 

ΜΗΔΕΙΑ ἔνδοθεν ·

ἰώ,

δύστανος ἐγὼ μελέα τε πόνων,

ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;

Τρ. τόδ᾽ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ

κινεῖ κραδίαν, κινεῖ δὲ χόλον.

100

σπεύσατε θᾶσσον δώματος εἴσω

καὶ μὴ πελάσητ᾽ ὄμματος ἐγγὺς,

μηδὲ προσέλθητ᾽, ἀλλὰ φυλάσσεσθ᾽

ἄγριον ἦθος στυγεράν τε φύσιν

φρενὸς αὐθαδοῦς.

105

ἴτε νυν, χωρεῖθ᾽ ὡς τάχος εἴσω.

δῆλον δ᾽ ἀρχῆς ἐξαιρόμενον

νέφος οἰμωγῆς ὡς τάχ᾽ ἀνάψει

μείζονι θυμῶι· τί ποτ᾽ ἐργάσεται

μεγαλόσπλαγχνος δυσκατάπαυστος

110

ψυχὴ δηχθεῖσα κακοῖσιν;

Μη. αἰαῖ,

ἔπαθον τλάμων ἔπαθον μεγάλων

ἄξι᾽ ὀδυρμῶν· ὦ κατάρατοι

παῖδες ὄλοισθε στυγερᾶς ματρὸς

σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι.

115

Τρ. ἰώ μοί μοι, ἰὼ τλήμων.

τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας

μετέχουσι; τί τούσδ᾽ ἔχθεις; οἴμοι,

τέκνα, μή τι πάθηθ᾽ ὡς ὑπεραλγῶ.

δεινὰ τυράννων λήματα καί πως

120

ὀλίγ᾽ ἀρχόμενοι, πολλὰ κρατοῦντες

χαλεπῶς ὀργὰς μεταβάλλουσιν.

τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ᾽ ἴσοισιν

κρεῖσσον· ἐμοὶ γοῦν ἐπὶ μὴ μεγάλως

ὀχυρῶς γ᾽ εἴη καταγηράσκειν.

125

τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν

τοὔνομα νικᾶι, χρῆσθαί τε μακρῶι

λῶιστα βροτοῖσιν· τὰ δ᾽ ὑπερβάλλοντ᾽

οὐδένα καιρὸν δύναται θνητοῖς·

μείζους δ᾽ ἄτας, ὅταν ὀργισθῆι

130

δαίμων οἴκοις, ἀπέδωκεν.