Euripides
485/84 - 406/05 a. Chr. n.
Μήδεια
1293-1419
|
|
____________________________________________________________________
|
|
Ἔξοδος
Ια. γυναῖκες, αἳ τῆσδ᾽ ἐγγὺς ἕστατε στέγης, | |
1295 | ἆρ᾽ ἐν δόμοισιν ἡ τὰ δείν᾽ εἰργασμένηΜήδεια τοῖσδ᾽ ἔτ᾽, ἢ μεθέστηκεν φυγῆι;δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω,ἢ πτηνὸν ἆραι σῶμ᾽ ἐς αἰθέρος βάθος,εἰ μὴ τυράννων δώμασιν δώσει δίκην·πέποιθ᾽ ἀποκτείνασα κοιράνους χθονὸς |
1300 | ἀθῶιος αὐτὴ τῶνδε φεύξεσθαι δόμων;ἀλλ᾽ οὐ γὰρ αὐτῆς φροντίδ᾽ ὡς τέκνων ἔχω·κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς,ἐμῶν δὲ παίδων ἦλθον ἐκσώισων βίον,μή μοί τι δράσωσ᾽ οἱ προσήκοντες γένει, |
1305 | μητρῶιον ἐκπράσσοντες ἀνόσιον φόνον.Χο. ὦ τλῆμον, οὐκ οἶσθ᾽ οἷ κακῶν ἐλήλυθας,Ἰᾶσον· οὐ γὰρ τούσδ᾽ ἂν ἐφθέγξω λόγους.Ια. τί δ᾽ ἔστιν; ἦ που κἄμ᾽ ἀποκτεῖναι θέλει;Χο. παῖδες τεθνᾶσι χειρὶ μητρώιαι σέθεν. |
1310 | Ια. οἴμοι, τί λέξεις; ὥς μ᾽ ἀπώλεσας, γύναι.Χο. ὡς οὐκέτ᾽ ὄντων σῶν τέκνων φρόντιζε δή.Ια. ποῦ γάρ νιν ἔκτειν᾽; ἐντὸς ἢ ἔξωθεν δόμων;Χο. πύλας ἀνοίξας σῶν τέκνων ὄψηι φόνον.Ια. χαλᾶτε κλῆιδας ὡς τάχιστα, πρόσπολοι, |
1315 | ἐκλύεθ᾽ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν,τοὺς μὲν θανόντας – τὴν δὲ τείσωμαι δίκην.
Μη. τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας,νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;παῦσαι πόνου τοῦδ᾽. εἰ δ᾽ ἐμοῦ χρείαν ἔχεις, |
1320 | λέγ᾽ εἴ τι βούληι, χειρὶ δ᾽ οὐ ψαύσεις ποτέ.τοιόνδ᾽ ὄχημα πατρὸς Ἥλιος πατὴρδίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.Ια. ὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναιθεοῖς τε κἀμοὶ παντί τ᾽ ἀνθρώπων γένει, |
1325 | ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφοςἔτλης τεκοῦσα, κἄμ᾽ ἄπαιδ᾽ ἀπώλεσας·καὶ ταῦτα δράσασ᾽ ἥλιόν τε προσβλέπειςκαὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον·ὄλοι᾽· ἐγὼ δὲ νῦν φρονῶ, τότ᾽ οὐ φρονῶν, |
1330 | ὅτ᾽ ἐκ δόμων σε βαρβάρου τ᾽ ἀπὸ χθονὸςἝλλην᾽ ἐς οἶκον ἠγόμην, κακὸν μέγα,πατρός τε καὶ γῆς προδότιν ἥ σ᾽ ἐθρέψατο.τὸν σὸν δ᾽ ἀλάστορ᾽ εἰς ἔμ᾽ ἔσκηψαν θεοί·κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον |
1335 | τὸ καλλίπρωιρον εἰσέβης Ἀργοῦς σκάφος.ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲπαρ᾽ ἀνδρὶ τῶιδε καὶ τεκοῦσά μοι τέκνα,εὐνῆς ἕκατι καὶ λέχους σφ᾽ ἀπώλεσας.οὐκ ἔστιν ἥτις τοῦτ᾽ ἂν Ἑλληνὶς γυνὴ |
1340 | ἔτλη ποθ᾽, ὧν γε πρόσθεν ἠξίουν ἐγὼγῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ᾽ ἐμοί,λέαιναν, οὐ γυναῖκα, τῆς ΤυρσηνίδοςΣκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.ἀλλ᾽ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσι |
1345 | δάκοιμι· τοιόνδ᾽ ἐμπέφυκέ σοι θράσος·ἔρρ᾽, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε·ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον᾽ αἰάζειν πάρα,ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι,οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην |
1350 | ἕξω προσειπεῖν ζῶντας, ἀλλ᾽ ἀπώλεσα.Μη. μακρὰν ἂν ἐξέτεινα τοῖσδ᾽ ἐναντίονλόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατοοἷ᾽ ἐξ ἐμοῦ πέπονθας οἷά τ᾽ εἰργάσω·σὺ δ᾽ οὐκ ἔμελλες τἄμ᾽ ἀτιμάσας λέχη |
1355 | τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοὶοὐδ᾽ ἡ τύραννος οὐδ᾽ ὁ σοὶ προσθεὶς γάμουςΚρέων ἀνατεὶ τῆσδέ μ᾽ ἐκβαλεῖν χθονός.πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούληι, κάλεικαὶ Σκύλλαν ἣ Τυρσηνὸν ὤικησεν πέδον· |
1360 | τῆς σῆς γὰρ ὡς χρῆν καρδίας ἀνθηψάμην.Ια. καὐτή γε λυπῆι καὶ κακῶν κοινωνὸς εἶ.Μη. σάφ᾽ ἴσθι· λύει δ᾽ ἄλγος, ἢν σὺ μὴ ᾽γγελᾶις.Ια. ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.Μη. ὦ παῖδες, ὡς ὤλεσθε πατρώιαι νόσωι. |
1365 | Ια. οὔτοι νιν ἡμὴ δεξιά σφ᾽ ἀπώλεσεν.Μη. ἀλλ᾽ ὕβρις, οἵ τε σοὶ νεοδμῆτες γάμοι.Ια. λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.Μη. σμικρὸν γυναικὶ πῆμα τοῦτ᾽ εἶναι δοκεῖς;Ια. ἥτις γε σώφρων· σοὶ δὲ πάντ᾽ ἐστὶν κακά. |
1370 | Μη. οἵδ᾽ οὐκέτ᾽ εἰσί· τοῦτο γάρ σε δήξεται.Ια. οἵδ᾽ εἰσίν, οἴμοι, σῶι κάραι μιάστορες.Μη. ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.Ια. ἴσασι δῆτα σήν γ᾽ ἀπόπτυστον φρένα.Μη. στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν. |
1375 | Ια. καὶ μὴν ἐγὼ σήν· ῥάιδιοι δ᾽ ἀπαλλαγαί.Μη. πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.Ια. θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.Μη. οὐ δῆτ᾽, ἐπεί σφας τῆιδ᾽ ἐγὼ θάψω χερί,φέρουσ᾽ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ, |
1380 | ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσηι,τυμβοὺς ἀνασπῶν· γῆι δὲ τῆιδε Σισύφουσεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεντὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως, |
1385 | Αἰγεῖ συνοικήσουσα τῶι Πανδίονος.σὺ δ᾽, ὥσπερ εἰκός, κατθανῆι κακὸς κακῶς,Ἀργοῦς κάρα σὸν λειψάνωι πεπληγμένος,πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.Ια. ἀλλά σ᾽ Ἐρινὺς ὀλέσειε τέκνων |
1390 | φονία τε Δίκη.Μη. τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων,τοῦ ψευδόρκου καὶ ξειναπάτου;Ια. φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ.Μη. στεῖχε πρὸς οἴκους καὶ θάπτ᾽ ἄλοχον. |
1395 | Ια. στείχω, δισσῶν γ᾽ ἄμορος τέκνων.Μη. οὔπω θρηνεῖς· μένε καὶ γῆρας.Ια. ὦ τέκνα φίλτατα. Μη. μητρί γε, σοὶ δ᾽ οὔ.Ια. κἄπειτ᾽ ἔκανες; Μη. σέ γε πημαίνουσ᾽.Ια. ὤμοι, φιλίου χρήιζω στόματος |
1400 | παίδων ὁ τάλας προσπτύξασθαι.Μη. νῦν σφε προσαυδᾶις, νῦν ἀσπάζηι,τότ᾽ ἀπωσάμενος. Ια. δός μοι πρὸς θεῶνμαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.Μη. οὐκ ἔστι· μάτην ἔπος ἔρριπται. |
1405 | Ια. Ζεῦ, τάδ᾽ ἀκούεις ὡς ἀπελαυνόμεθ᾽,οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶςκαὶ παιδοφόνου τῆσδε λεαίνης;ἀλλ᾽ ὁπόσον γοῦν πάρα καὶ δύναμαιτάδε καὶ θρηνῶ κἀπιθεάζω, |
1410 | μαρτυρόμενος δαίμονας ὥς μοιτέκνα κτείνασ᾽ ἀποκωλύειςψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς,οὓς μήποτ᾽ ἐγὼ φύσας ὄφελονπρὸς σοῦ φθιμένους ἐπιδέσθαι.
|
1415 | Χο. πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπωι,πολλὰ δ᾽ ἀέλπτως κραίνουσι θεοί·καὶ τὰ δοκηθέντ᾽ οὐκ ἐτελέσθη,τῶν δ᾽ ἀδοκήτων πόρον ηὗρε θεός.τοιόνδ᾽ ἀπέβη τόδε πρᾶγμα. |