Euripides
485/84 - 406/05 a. Chr. n.
Ἄλκηστις
435-475
|
|
____________________________________________________________________
|
|
Στάσιμον βʹ
| |
{στρ. | Χορός· ὦ Πελίου θύγατερ, |
436 | χαίρουσά μοι εἰν Ἀίδα δόμοιςτὸν ἀνάλιον οἶκον οἰκετεύοις.ἴστω δ᾽ Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ᾽ ἐπὶ κώπαι |
440 | πηδαλίωι τε γέρωννεκροπομπὸς ἵζει,πολὺ δὴ πολὺ δὴ γυναῖκ᾽ ἀρίστανλίμναν Ἀχεροντίαν πορεύ-σας ἐλάται δικώπωι.
|
{ἀντ. | πολλά σε μουσοπόλοιμέλψουσι καθ᾽ ἑπτάτονόν τ᾽ ὀρείανχέλυν ἔν τ᾽ ἀλύροις κλέοντες ὕμνοις,Σπάρται κύκλος ἁνίκα Καρνείου περινίσσεται ὥρας |
450 | μηνός, ἀειρομέναςπαννύχου σελάνας,λιπαραῖσί τ᾽ ἐν ὀλβίαις Ἀθάναις.τοίαν ἔλιπες θανοῦσα μολ-πὰν μελέων ἀοιδοῖς.
|
{στρ. | εἴθ᾽ ἐπ᾽ ἐμοὶ μὲν εἴη,δυναίμαν δέ σε πέμψαιφάος ἐξ Ἀίδα τεράμνωνκαὶ Κωκυτοῖο ῥεέθρωνποταμίαι νερτέραι τε κώπαι. |
460 | σὺ γὰρ ὦ, μόνα, ὦ φίλα γυναικῶν,σὺ τὸν αὑτᾶςἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαιψυχᾶς ἐξ Ἅιδα. κούφα σοιχθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τικαινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ᾽ ἂν ἔμοιγ᾽ ἂν εἴη |
465 | στυγηθεὶς τέκνοις τε τοῖς σοῖς.
|
{ἀντ. |
|
470 | σχετλίω, πολιὰν ἔχοντε χαίταν.σὺ δ᾽ ἐν ἥβαινέαι προθανοῦσα φωτὸς οἴχηι.τοιαύτας εἴη μοι κῦρσαισυνδυάδος φιλίας ἀλόχου· τὸ γὰρἐν βιότωι σπάνιον μέρος· ἦ γὰρ ἂν ἔμοιγ᾽ ἄλυπος |
475 | δι᾽ αἰῶνος ἂν ξυνείη. |