Euripides
485/84 - 406/05 a. Chr. n.
Ἄλκηστις
238-434
|
|
____________________________________________________________________
|
|
Ἐπεισόδιον βʹ
Χορός· οὔποτε φήσω γάμον εὐφραίνεινπλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν | |
240 | τεκμαιρόμενος καὶ τάσδε τύχαςλεύσσων βασιλέως, ὅστις ἀρίστηςἀπλακὼν ἀλόχου τῆσδ᾽ ἀβίωτοντὸν ἔπειτα χρόνον βιοτεύσει.Κομμός
|
{στρ. | Ἄλκηστις· Ἅλιε καὶ φάος ἁμέρας, |
245 | οὐράνιαί τε δῖναι νεφέλας δρομαίου.Ἄδμητος· ὁρᾶι σε κἀμέ, δύο κακῶς πεπραγότας,οὐδὲν θεοὺς δράσαντας ἀνθ᾽ ὅτου θανῆι. |
{ἀντ. | Ἄλκηστις· γαῖά τε καὶ μελάθρων στέγαινυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ. |
250 | Ἄδμητος· ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῶις·λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς. |
{στρ. | Ἄλκηστις· ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμναι·νεκύων δὲ πορθμεὺςἔχων χέρ᾽ ἐπὶ κοντῶι Χάρων |
255 | μ᾽ ἤδη καλεῖ· Τί μέλλεις;ἐπείγου· σὺ κατείργεις. τάδε τοί μεσπερχόμενος ταχύνει.Ἄδμητος· οἴμοι· πικράν γε τήνδε μοι ναυκληρίανἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν. |
{ἀντ. | Ἄλκηστις· ἄγει μ᾽ ἄγει τις· ἄγει μέ τις – οὐχ ὁρᾶις; – |
260 | νεκύων ἐς αὐλάν,ὑπ᾽ ὀφρύσι κυαναυγέσιβλέπων πτερωτὸς – Ἅιδας.τί ῥέξεις; ἄφες. – οἵαν ὁδὸν ἁ δει-λαιοτάτα προβαίνω.Ἄδμητος· οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ᾽ ἐμοὶ |
265 | καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῶι τόδε.Ἐπωιδός
Ἄλκηστις· μέθετε μέθετέ μ᾽ ἤδη.κλίνατ᾽, οὐ σθένω ποσίν.πλησίον Ἅιδας.σκοτία δ᾽ ἐπ᾽ ὄσσοισι νὺξ ἐφέρπει. |
270 | τέκνα τέκν᾽, οὐκέτι δὴοὐκέτι μάτηρ σφῶιν ἔστιν.χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῶιτον.Ἄδμητος· οἴμοι· τόδ᾽ ἔπος λυπρὸν ἀκούωκαὶ παντὸς ἐμοὶ θανάτου μεῖζον. |
275 | μὴ πρός σε θεῶν τλῆις με προδοῦναι,μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,ἀλλ᾽ ἄνα, τόλμα·σοῦ γὰρ φθιμένης οὐκέτ᾽ ἂν εἴην·ἐν σοὶ δ᾽ ἐσμὲν καὶ ζῆν καὶ μή·σὴν γὰρ φιλίαν σεβόμεσθα.
|
280 | Ἄλκηστις· Ἄδμηθ᾽, ὁρᾶις γὰρ τἀμὰ πράγμαθ᾽ ὡς ἔχει,λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆςψυχῆς καταστήσασα φῶς τόδ᾽ εἰσορᾶνθνήισκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν, |
285 | ἀλλ᾽ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελονκαὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σουσὺν παισὶν ὀρφανοῖσιν, οὐδ᾽ ἐφεισάμηνἥβης, ἔχουσ᾽ ἐν οἷς ἐτερπόμην ἐγώ. |
290 | καίτοι σ᾽ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν,καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦνσοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα. |
295 | κἀγώ τ᾽ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενεςκαὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲνθεῶν τις ἐξέπραξεν ὥσθ᾽ οὕτως ἔχειν.εἶἑν· σύ νύν μοι τῶνδ᾽ ἀπόμνησαι χάριν· |
300 | αἰτήσομαι γάρ σ᾽ – ἀξίαν μὲν οὔποτε·ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον –δίκαια δ᾽, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖςοὐχ ἧσσον ἢ ᾽γὼ παῖδας, εἴπερ εὖ φρονεῖς·τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων, |
305 | καὶ μὴ ᾽πιγήμηις τοῖσδε μητρυιὰν τέκνοις,ἥτις κακίων οὖσ᾽ ἐμοῦ γυνὴ φθόνωιτοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.μὴ δῆτα δράσηις ταῦτά γ᾽, αἰτοῦμαί σ᾽ ἐγώ.ἐχθρὰ γὰρ ἡ ᾽πιοῦσα μητρυιὰ τέκνοις, |
310 | τοῖς πρόσθ᾽, ἐχίδνης οὐδὲν ἠπιωτέρα.καὶ παῖς μὲν ἄρσην πατέρ᾽ ἔχει πύργον μέγαν[ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν]σὺ δ᾽, ὦ τέκνον μοι, πῶς κορευθήσηι καλῶς,ποίας τυχοῦσα συζύγου τῶι σῶι πατρί; |
315 | μή σοί τιν᾽ αἰσχρὰν προσβαλοῦσα κληδόναἥβης ἐν ἀκμῆι σοὺς διαφθείρηι γάμους.οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲοὔτ᾽ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,παροῦσ᾽, ἵν᾽ οὐδὲν μητρὸς εὐμενέστερον. |
320 | δεῖ γὰρ θανεῖν με· καὶ τόδ᾽ οὐκ ἐς αὔριονοὐδ᾽ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν,ἀλλ᾽ αὐτίκ᾽ ἐν τοῖς οὐκέτ᾽ οὖσι λέξομαι.χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι,γυναῖκ᾽ ἀρίστην ἔστι κομπάσαι λαβεῖν, |
325 | ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.Χορός· θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι·δράσει τάδ᾽, εἴπερ μὴ φρενῶν ἁμαρτάνει.Ἄδμητος· ἔσται τάδ᾽, ἔσται, μὴ τρέσηις· ἐπεί σ᾽ ἐγὼκαὶ ζῶσαν εἶχον καὶ θανοῦσ᾽ ἐμὴ γυνὴ |
330 | μόνη κεκλήσηι, κοὔτις ἀντὶ σοῦ ποτετόνδ᾽ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦςοὔτ᾽ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.ἅλις δὲ παίδων· τῶνδ᾽ ὄνησιν εὔχομαι |
335 | θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σὸν,ἀλλ᾽ ἔστ᾽ ἂν αἰὼν οὑμὸς ἀντέχηι, γύναι,στυγῶν μὲν ἥ μ᾽ ἔτικτεν, ἐχθαίρων δ᾽ ἐμὸνπατέρα· λόγωι γὰρ ἦσαν οὐκ ἔργωι φίλοι. |
340 | σὺ δ᾽ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλταταψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρατοιᾶσδ᾽ ἁμαρτάνοντι συζύγου σέθεν;παύσω δὲ κώμους συμποτῶν θ᾽ ὁμιλίαςστεφάνους τε μοῦσάν θ᾽ ἣ κατεῖχ᾽ ἐμοὺς δόμους. |
345 | οὐ γάρ ποτ᾽ οὔτ᾽ ἂν βαρβίτου θίγοιμ᾽ ἔτιοὔτ᾽ ἂν φρέν᾽ ἐξαίροιμι πρὸς Λίβυν λακεῖναὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.σοφῆι δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸνεἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται, |
350 | ὧι προσπεσοῦμαι καὶ περιπτύσσων χέραςὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαιςδόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ᾽ ὅμως βάροςψυχῆς ἀπαντλοίην ἄν. ἐν δ᾽ ὀνείρασι |
355 | φοιτῶσά μ᾽ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλουςκἀν νυκτὶ λεύσσειν, ὅντιν᾽ ἂν παρῆι χρόνον.εἰ δ᾽ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,ὥστ᾽ ἢ κόρην Δήμητρος ἢ κείνης πόσινὕμνοισι κηλήσαντά σ᾽ ἐξ Ἅιδου λαβεῖν, |
360 | κατῆλθον ἄν, καί μ᾽ οὔθ᾽ ὁ Πλούτωνος κύωνοὔθ᾽ οὑπὶ κώπηι ψυχοπομπὸς ἂν Χάρωνἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.ἀλλ᾽ οὖν ἐκεῖσε προσδόκα μ᾽, ὅταν θάνω,καὶ δῶμ᾽ ἑτοίμαζ᾽, ὡς συνοικήσουσά μοι. |
365 | ἐν ταῖσιν αὐταῖς γάρ μ᾽ ἐπισκήψω κέδροιςσοὶ τούσδε θεῖναι πλευρά τ᾽ ἐκτεῖναι πέλαςπλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτεσοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.Χορός· καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλωι |
370 | λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.Ἄλκηστις· ὦ παῖδες, αὐτοὶ δὴ τάδ᾽ εἰσηκούσατεπατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲγυναῖκ᾽ ἐφ᾽ ὑμῖν μηδ᾽ ἀτιμάσειν ἐμέ.Ἄδμητος· καὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε. |
375 | Ἄλκηστις· ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.Ἄδμητος· δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.Ἄλκηστις· σύ νυν γενοῦ τοῖσδ᾽ ἀντ᾽ ἐμοῦ μήτηρ τέκνοις.Ἄδμητος· πολλή μ᾽ ἀνάγκη, σοῦ γ᾽ ἀπεστερημένοις.Ἄλκηστις· ὦ τέκν᾽, ὅτε ζῆν χρῆν μ᾽, ἀπέρχομαι κάτω. |
380 | Ἄδμητος· οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;Ἄλκηστις· χρόνος μαλάξει σ᾽· οὐδέν ἐσθ᾽ ὁ κατθανών.Ἄδμητος· ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.Ἄλκηστις· ἀρκοῦμεν ἡμεῖς οἱ προθνήισκοντες σέθεν.Ἄδμητος· ὦ δαῖμον, οἵας συζύγου μ᾽ ἀποστερεῖς. |
385 | Ἄλκηστις· καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.Ἄδμητος· ἀπωλόμην ἄρ᾽, εἴ με δὴ λείψεις, γύναι.Ἄλκηστις· ὡς οὐκέτ᾽ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.Ἄδμητος· ὄρθου πρόσωπον, μὴ λίπηις παῖδας σέθεν.Ἄλκηστις· οὐ δῆθ᾽ ἑκοῦσά γ᾽· ἀλλὰ χαίρετ᾽, ὦ τέκνα. |
390 | Ἄδμητος· βλέψον πρὸς αὐτούς, βλέψον.Ἄλκηστις· οὐδέν εἰμ᾽ ἔτι.Ἄδμητος· τί δρᾶις; προλείπεις;Ἄλκηστις· χαῖρ᾽.Ἄδμητος· ἀπωλόμην τάλας.Χορός· βέβηκεν, οὐκέτ᾽ ἔστιν Ἀδμήτου γυνή.Μονωιδία
|
{στρ. | Εὔμηλος· ἰώ μοι τύχας. μαῖα δὴ κάτωβέβακεν, οὐκέτ᾽ ἔστιν, ὦ |
395 | πάτερ, ὑφ᾽ ἁλίωι.προλιποῦσα δ᾽ ἀμὸνβίον ὠρφάνισσεν τλάμων.ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας. |
400 | ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.ἐγώ σ᾽ ἐγώ, μᾶτερ,καλοῦμαι ὁ σὸς ποτὶ σοῖσι πίτ-νων στόμασιν νεοσσός.Ἄδμητος· τὴν οὐ κλύουσαν οὐδ᾽ ὁρῶσαν· ὥστ᾽ ἐγὼ |
405 | καὶ σφὼ βαρείαι συμφορᾶι πεπλήγμεθα. |
{ἀντ. | Εὔμηλος· νέος ἐγώ, πάτερ, λείπομαι φίλαςμονόστολός τε ματρός· ὦσχέτλια δὴ παθὼνἐγὼ ἔργα * * * |
410 | σύ τέ μοι σύγκασι κούρασυνέτλας· * * * ὦ πάτερ,ἀνόνατ᾽ ἀνόνατ᾽ ἐνύμφευσας οὐδὲ γήρωςἔβας τέλος σὺν τᾶιδ᾽·ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ, |
415 | μᾶτερ, ὄλωλεν οἶκος.Χορός· Ἄδμητ᾽, ἀνάγκη τάσδε συμφορὰς φέρειν·οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶνγυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται. |
420 | Ἄδμητος· ἐπίσταμαί γε, κοὐκ ἄφνω κακὸν τόδεπροσέπτατ᾽· εἰδὼς δ᾽ αὔτ᾽ ἐτειρόμην πάλαι.ἀλλ᾽, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,πάρεστε καὶ μένοντες ἀντηχήσατεπαιᾶνα τῶι κάτωθεν ἀσπόνδωι θεῶι. |
425 | πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶπένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγωκουρᾶι ξυρήκει καὶ μελαμπέπλωι στολῆι.τέθριππά θ᾽ οἳ ζεύγνυσθε καὶ μονάμπυκαςπώλους, σιδήρωι τέμνετ᾽ αὐχένων φόβην. |
430 | αὐλῶν δὲ μὴ κατ᾽ ἄστυ, μὴ λύρας κτύποςἔστω σελήνας δώδεκ᾽ ἐκπληρουμένας·οὐ γάρ τιν᾽ ἄλλον φίλτερον θάψω νεκρὸντοῦδ᾽ οὐδ᾽ ἀμείνον᾽ εἰς ἔμ᾽· ἀξία δέ μοιτιμῆς, ἐπεὶ τέθνηκεν ἀντ᾽ ἐμοῦ μόνη. |