BIBLIOTHECA AUGUSTANA

 

Euripides

485/84 - 406/05 a. Chr. n.

 

Ἄλκηστις

 

213-237

 

____________________________________________________________________

 

 

 

Στάσιμον αʹ

 

{στρ.

Χορός· – ἰὼ Ζεῦ, τίς ἂν πᾶι πόρος κακῶν

γένοιτο καὶ λύσις τύχας

ἃ πάρεστι κοιράνοις;

215

– αἰαῖ· εἶσί τις; ἢ τέμω τρίχα,

καὶ μέλανα στολμὸν πέπλων

ἀμφιβαλώμεθ᾽ ἤδη;

– δῆλα μέν, φίλοι, δῆλά γ᾽, ἀλλ᾽ ὅμως

θεοῖσιν εὐξόμεσθα· θεῶν

γὰρ δύναμις μεγίστα.

220

– ὦναξ Παιάν,

ἔξευρε μηχανάν τιν᾽ Ἀδμήτωι κακῶν.

– πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ

†τοῦδ᾽ ἐφεῦρες† καὶ νῦν

λυτήριος ἐκ θανάτου γενοῦ,

225

φόνιον δ᾽ ἀπόπαυσον Ἅιδαν.

 

{ἀντ.

– παπαῖ · · · · · · ·

ὦ παῖ Φέρητος, οἷ᾽ ἔπρα-

ξας δάμαρτος σᾶς στερείς.

– αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε

καὶ πλέον ἢ βρόχωι δέρην

230

οὐρανίωι πελάσσαι;

– τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν

γυναῖκα κατθανοῦσαν ἐν

ἄματι τῶιδ᾽ ἐπόψηι.

– ἰδοὺ ἰδού,

ἥδ᾽ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.

– βόασον ὦ, στέναξον, ὦ Φεραία

235

χθὼν τὰν ἀρίσταν

γυναῖκα μαραινομέναν νόσωι

κατὰ γᾶς χθόνιον παρ᾽ Ἅιδαν.