Euripides
485/84 - 406/05 a. Chr. n.
Ἄλκηστις
136-212
|
|
____________________________________________________________________
|
|
Ἐπεισόδιον αʹ
Χορός· ἀλλ᾽ ἥδ᾽ ὀπαδῶν ἐκ δόμων τις ἔρχεταιδακρυρροοῦσα. τίνα τύχην ἀκούσομαι;πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,συγγνωστόν· εἰ δ᾽ ἔτ᾽ ἐστὶν ἔμψυχος γυνὴ | |
140 | εἴτ᾽ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ᾽ ἄν.Θεράπαινα· καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.Χορός· καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;Θεράπαινα· ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.Χορός· ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις. |
145 | Θεράπαινα· οὔπω τόδ᾽ οἶδε δεσπότης, πρὶν ἂν πάθηι.Χορός· ἐλπὶς μὲν οὐκέτ᾽ ἐστὶ σώιζεσθαι βίον;Θεράπαινα· πεπρωμένη γὰρ ἡμέρα βιάζεται.Χορός· οὔκουν ἐπ᾽ αὐτῆι πράσσεται τὰ πρόσφορα;Θεράπαινα· κόσμος γ᾽ ἕτοιμος, ὧι σφε συνθάψει πόσις. |
150 | Χορός· ἴστω νυν εὐκλεής γε κατθανουμένηγυνή τ᾽ ἀρίστη τῶν ὑφ᾽ ἡλίωι, μακρῶι.Θεράπαινα· πῶς δ᾽ οὐκ ἀρίστη; τίς δ᾽ ἐναντιώσεται;τί χρὴ γένεσθαι τὴν ὑπερβεβλημένηνγυναῖκα; πῶς δ᾽ ἂν μᾶλλον ἐνδείξαιτό τις |
155 | πόσιν προτιμῶσ᾽ ἢ θέλουσ᾽ ὑπερθανεῖν;καὶ ταῦτα μὲν δὴ πᾶσ᾽ ἐπίσταται πόλις·ἃ δ᾽ ἐν δόμοις ἔδρασε θαυμάσηι κλύων.ἐπεὶ γὰρ ἤισθεθ᾽ ἡμέραν τὴν κυρίανἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα |
160 | ἐλούσατ᾽, ἐκ δ᾽ ἑλοῦσα κεδρίνων δόμωνἐσθῆτα κόσμον τ᾽ εὐπρεπῶς ἠσκήσατο,καὶ στᾶσα πρόσθεν ἐστίας κατηύξατο·Δέσποιν᾽, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,πανύστατόν σε προσπίτνουσ᾽ αἰτήσομαι |
165 | τέκν᾽ ὀρφανεῦσαι τἀμά· καὶ τῶι μὲν φίληνσύζευξον ἄλοχον, τῆι δὲ γενναῖον πόσιν.μηδ᾽ ὥσπερ αὐτῶν ἡ τεκοῦσ᾽ ἀπόλλυμαιθανεῖν ἀώρους παῖδας, ἀλλ᾽ εὐδαίμοναςἐν γῆι πατρώιαι τερπνὸν ἐκπλῆσαι βίον. |
170 | πάντας δὲ βωμούς, οἳ κατ᾽ Ἀδμήτου δόμους,προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸνκακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν. |
175 | κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχοςἐνταῦθα δὴ ᾽δάκρυσε καὶ λέγει τάδε·Ὦ λέκτρον, ἔνθα παρθένει᾽ ἔλυσ᾽ ἐγὼκορεύματ᾽ ἐκ τοῦδ᾽ ἀνδρός, οὗ θνήισκω πέρι,χαῖρ᾽· οὐ γὰρ ἐχθαίρω σ᾽· ἀπώλεσας δ᾽ ἐμὲ |
180 | μόνην· προδοῦναι γάρ σ᾽ ὀκνοῦσα καὶ πόσινθνήισκω. σὲ δ᾽ ἄλλη τις γυνὴ κεκτήσεται,σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ᾽ ἴσως.κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιονὀφθαλμοτέγκτωι δεύεται πλημμυρίδι. |
185 | ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,καὶ πολλὰ θαλάμων ἐξιοῦσ᾽ ἐπεστράφηκἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι |
190 | ἔκλαιον· ἡ δὲ λαμβάνουσ᾽ ἐς ἀγκάλαςἠσπάζετ᾽ ἄλλοτ᾽ ἄλλον, ὡς θανουμένη.πάντες δ᾽ ἔκλαιον οἰκέται κατὰ στέγαςδέσποιναν οἰκτίροντες. ἡ δὲ δεξιὰνπρούτειν᾽ ἑκάστωι, κοὔτις ἦν οὕτω κακὸς |
195 | ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.τοιαῦτ᾽ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.καὶ κατθανών τἂν ὤλετ᾽, ἐκφυγὼν δ᾽ ἔχειτοσοῦτον ἄλγος, οὗ ποτ᾽ οὐ λελήσεται.Χορός· ἦ που στενάζει τοισίδ᾽ Ἄδμητος κακοῖς, |
200 | ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;Θεράπαινα· κλαίει γ᾽ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχωνκαὶ μὴ προδοῦναι λίσσεται, τἀμήχαναζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσωι,παρειμένη δέ, χειρὸς ἄθλιον βάρος. |
205 | ὅμως δὲ καίπερ σμικρόν, ἐμπνέουσ᾽ ἔτι,βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου[ὡς οὔποτ᾽ αὖθις ἀλλὰ νῦν πανύστατονἀκτῖνα κύκλον θ᾽ ἡλίου προσόψεται].ἀλλ᾽ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν· |
210 | οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,ὥστ᾽ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·σὺ δ᾽ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος. |